Ancient Greek
3.30.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.30.2-2
Unproofread scanNot analysed yet
C ἐπεὶ γὰρ καθ’ ὑπόθεσιν διακοσμεῖ, πρὸ δὲ τῆς διακοσμῆσεως εἰ καὶ μὴ χρόνῳ, ἀλλ’ οὖν τῇ ἀξίᾳ ὑπάρχει τὰ νοητὰ καὶ ὅσα σύνεστι τοῖς νοητοῖς, διὰ τοῦτ’ εἶπεν ἐτύγχανε. πάλιν δὲ τῷ οὔσα τῇ ἀσθενείᾳ τοῦ παρατατικοῦ ῥήματος ἔβοή-θησε· πεποίηκε γὰρ αὐτὸ καὶ οὐσιώδες, καὶ οὐχ ἧττον τοῦ ἐνεστῶτος ὡκείωσέ γε τῷ αἰῶνι τὸν λόγον περὶ αὐτοῦ, τε-λειότητα μὲν αὐτῷ διὰ τοῦ ἐτύγχανεν ἐπιδούς, τὸ δὲ τὸ οὐσιώδες διὰ τοῦ οὔσα συνεισενεγκών. καὶ περὶ μὲν τῶν λεξειδίων ἄλις. Διὰ τί δὲ τῷ γενητῷ τὸ αἰώνιον παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν; ἢ ὅτι πᾶν τὸ γενητόν, φαίης ἂν, ἐν μεταβολῇ τὸ εἶναι ἔχει, τὸ δὲ παν-τελῶς αἰώνιον ἀμετάβλητόν ἐστι καὶ ἄγεννητον. ἀντικειμένων οὖν ἀλλήλαις τῶν φύσεων εἰ τις ἔβιασατο τῷ γενητῷ προσ-άψαι τὸ παντελῶς αἰώνιον, οὔτε <ἂν> ἀμετάβλητον αὐτὸ ἐποίει καὶ ἀνῆρει αὐτοῦ τὴν φύσιν. ἄφ’ οὖν ἀμηνέπη πάρεστι τῷ