Ancient Greek
3.300.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.300.2
Unproofread scanNot analysed yet
Ὅποτε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης καὶ τὸ μὲν προσίοι, τὸ δὲ ἀπίοι τοῦ σώματος αὐτῶν [42A]. Ταῖς ψυχαῖς ἄνω μενουσαῖς καὶ παρὰ τῷ πατρὶ νοήσεως πληρουμέναις ἀπὸ τῶν νοερῶν πάντων θεῶν καὶ πρὸς τὰ νοητὰ τεταγμέναις οὐδὲν δεῖ τῆς θνητοειδοῦς ζωῆς· ἄυλοις γὰρ καὶ καθαροῖς καὶ ἀστροειδέσιν ὄργάνοις χρῶνται καὶ συμπεριπολοῦσι μετὰ τῶν θεῶν καὶ συνδιοικοῦσι τὸν ὅλον κόσμον. καταλθούσαις δὲ εἰς γένεσιν καὶ σώματος ἀψαμέναις ἐνύλον καὶ φύσιν ἐπίρρυτον καὶ ἀπόρρυτον λαχόντος ἀναγκαία γέγονεν ἡ τῆς θνητῆς ζωῆς συνάρτησις, ὑφισταμένη παρὰ τε αὐτῶν τῶν ψυχῶν (διότι καὶ τὰς ἀκρότητας αὐτῆς ἐν τῷ πνεύματι προεῖχον καὶ τὰς αἰτίας ἀμερῶς ἐν τῇ δοξαστικῇ ζωῇ προειλήφασιν· ἐκείνη γὰρ ἡ τῆς αἰσθήσεως ἀρχή) καὶ παρὰ τῶν νέων θεῶν. καὶ παρὰ μὲν τῶν ψυχῶν, διότι κρατοῦσι τῆς ἀλόγου πάσης ζωῆς καὶ κοσμοῦσιν αὐτήν, οὐκ ἂν δὲ ἐκράτουν οὐδὲ ἐκόσμουν μὴ καὶ τῆς οὐσίας αὐτῆς κατ’ αἰτίαν ἐξηγούμεναι· παρὰ δὲ τῶν νέων θεῶν, διότι τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, καὶ τὸ γόνιμον ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς κατὰ τὴν πρὸς τὰ