Ancient Greek
3.301.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.301.1-2
Unproofread scanNot analysed yet
δλα σύνταξιν. εἰ τοίνυν ὁπότε σώμασιν ἐμφυτευθείεν αἱ ψυχαί, τότε οἱ νέοι θεοὶ παράγουσι τὴν θνητὴν ζωήν καὶ ἄλλο ζῶον ποιοῦσι θνητόν, ἄλλη μὲν ἐστὶν ἡ ἐμψυχία τοῦ ἐνύλου σώματος, εἴτε ἐν ἀπλοῖς χιτώσιν ὑφέστηκεν εἴτε ἐν συνθέτοις καὶ ὀστρείνοις, ἄλλη δὲ ἡ ἐν τῷ ὀχήματι ψυχή, καὶ τὴν μὲν ὁ δημιουργὸς ὑφίστησιν ἀθάνατον οὖσαν, τὴν δὲ οἱ νέοι θεοί, θνητὴν ὑποστᾶσαν ἐξ ἀρχῆς, διότι σωμάτων ἐνύλων ἀχώριστός ἐστι. καὶ ἡ μὲν τοῦ ὀχήματος ἰδία ζωή διαφέρει τῶν λοιπῶν ὡς ἀθάνατος θνητοειδῶν, ἡ δὲ ἐν τοῖς ἀπλοῖς χιτώσι τοῦ ἐν τῷ συνθέτῳ σώματι, διότι αὕτη μὲν τῇ κράσει συνέπεται τοῦ σώματος, ἐκείνη δὲ καὶ παιδεύεται καὶ κρατεῖν δύναται τῶν σωματικῶν κραδέων. τριτὰ οὖν τὰ ὀχήματα, ἢ ἀπλοῦν καὶ ἄνλον, ἢ ἀπλοῦν καὶ ἐννυλον, ἢ σύνθετον καὶ ἐννυλον· καὶ ζωαὶ τούτων τρεῖς, ἡ μὲν ἀθάνατος, ἡ δὲ πολυχρονιωτέρα τοῦ σώματος, ἡ δὲ συναπολλυμένη τῷ σώματι. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ ἐμφυτευθείεν τὴν γενεσιουργὸν δηλοῖ σπορὰν μετὰ τοῦ συνεμφαίνειν καὶ ὅτι ζωῆς εἶδος αὐτοτελές, ὥσπερ τὸ φυτὸν εἰς ἄλλην ἐγκεντρίζεται φύσιν. καὶ τὸ ἐξ ἀνάγκης προσκείμενον ἐννυλον δηλοῖ σπορὰν, ἀλλ’ οὐχὶ θείαν τε καὶ οὐρανίαν.