Ancient Greek
3.300.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.300.3
Unproofread scanNot analysed yet
Ὅποτε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης καὶ τὸ μὲν προσλοῖ, τὸ δὲ ἀπλοῖ τοῦ σώματος αὐτῶν [42 A]. Ταῖς ψυχαῖς ἄνω μενουσαῖς καὶ παρὰ τῷ πατρὶ νοήσεως πληρουμένας ἀπὸ τῶν νοερῶν πάντων θεῶν καὶ πρὸς τὰ νοητὰ τεταγμέναις οὐδὲν δεῖ τῆς θνητοειδοῦς ζωῆς· ἄυλοις γὰρ καὶ καθαροῖς καὶ ἀστροειδέσιν ὀργάνοις χρῶνται καὶ συμπεριπολοῦσι μετὰ τῶν θεῶν καὶ συνδιοικοῦσι τὸν ὅλον κόσμον. κατελθούσαις δὲ εἰς γένεσιν καὶ σώματος ἀφαιμένας ἐνύλον καὶ φύσιν ἐπίρρυτον καὶ ἀπόρρυτον λαχόντος ἀνάγκαια γέγονεν ἡ τῆς θνητῆς ζωῆς συνάρτησις, ὑφισταμένη παρὰ τε αὐτῶν τῶν ψυχῶν (διότι καὶ τὰς ἀκρότητας αὐτῆς ἐν τῷ πνεύματι προεῖχον καὶ τὰς αἰτίας ἀμερῶς ἐν τῇ δοξαστικῇ ζωῇ προειλήφασιν· ἐκεῖνη γὰρ ἡ τῆς αἰσθήσεως ἀρχή) καὶ παρὰ τῶν νέων θεῶν. καὶ παρὰ μὲν τῶν ψυχῶν, διότι κρατοῦσι τῆς ἀλόγου πάσης ζωῆς καὶ κοσμοῦσιν αὐτήν, οὐκ ἂν δὲ ἐκράτουν οὐδὲ ἐκόσμων μὴ καὶ τῆς οὐσίας αὐτῆς κατ’ αἰτίαν ἐξηγοῦμεναι· παρὰ δὲ τῶν νέων θεῶν, διότι τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, καὶ τὸ γόνιμον ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς κατὰ τὴν πρὸς τὰ