Ancient Greek
3.301.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.301.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42 AB] δὶλα σύνταξιν. εἰ τοίνυν ὁπότε σώμασιν ἐμφυτευθεῖεν αἱ ψυχαί, τότε οἱ νέοι θεοὶ παράγουσι τὴν θνητὴν ζωήν καὶ ἄλλο ζῶον ποιοῦσι θνητόν, ἄλλη μὲν ἐστιν ἡ ἐμψυχία τοῦ ἐνύλου σώματος, εἴτε ἐν ἀπλοῖς χιτώσιν ὑφέστηκεν εἴτε ἐν συνθέτοις καὶ ὀστρείνοις, ἄλλη δὲ ἡ ἐν τῷ ὀχήματι ψυχή, καὶ τὴν μὲν ὁ δημιουργὸς ὑφίστησιν ἀθάνατον οὖσαν, τὴν δὲ οἱ νέοι θεοί, θνητὴν ὑποστᾶσαν ἐξ ἀρχῆς, διότι σωμάτων ἐνύλων ἀχώριστός ἐστι. καὶ ἡ μὲν τοῦ ὀχήματος ἰδία ζωὴ διαφέρει τῶν λοιπῶν ὡς ἀθάνατος θνητοειδῶν, ἡ δὲ ἐν τοῖς ἀπλοῖς χιτῶσι τοῦ ἐν τῷ συνθέτῳ σώματι, διότι αὕτη μὲν τῇ κράσει συνέπεται τοῦ σώματος, ἐκείνη δὲ καὶ παιδεύεται καὶ κρατεῖν δύναται τῶν σωματικῶν κράσεων. τριττὰ οὖν τὰ ὀχήματα, ἡ ἄπλοῦν καὶ ἄνυλον, ἡ ἄπλοῦν καὶ ἐνύλον, ἡ σύνθετον καὶ ἐνύλον· καὶ ζωαὶ τούτων τρεῖς, ἡ μὲν ἀθάνατος, ἡ δὲ πολυχρονιώτερα τοῦ σώματος, ἡ δὲ συναπολλυμένη τῷ σώματι. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ ἐμφυτευθεῖεν τὴν γενεσιουργὸν δηλοῖ σπορὰν μετὰ τοῦ συνεμφαίνειν καὶ ὅτι ζωῆς εἶδος αὐτοτελές, ὥσπερ τὸ φυτὸν εἰς ἄλλην ἐγκεντρίζεται φύσιν. καὶ τὸ ἐξ ἀνάγκης προσκείμενον ἐνύλον δηλοῖ σπορὰν, ἀλλ’ οὐχὶ θεῖαν τε καὶ οὐρανίαν.