Ancient Greek
3.301.3 to 3.301.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.301.3-4
Unproofread scanNot analysed yet
Πρῶτον μὲν αἰσθήσιν ἀναγκαῖον εἶη πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γενέσθαι, δεύτερον δὲ ἡδονὴ καὶ λύπῃ μεμιγμένον ζῆντα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἐπόμενα αὐτοῖς καὶ ὅπόσα ἐναντίως πέφυκε [42 AB]. Πᾶσαν τὴν ἐνύλον καὶ θνητοειδὴ ζωήν ἐν τρισὶν ὄροις περιέλαβεν ὁ δημιουργὸς καὶ τὰς αἰτίας αὐτῆς ἐνέθηκε ταῖς ψυχαῖς, ἵνα καὶ κρατῶσιν αὐτῆς· οὐ γὰρ ἀλλοχόθεν τὸ κρατεῖν ἢ ἐκ τῆς κατ’ οὐσίαν προηγήσεως. ἐστιν οὖν καὶ ἡ ἄλογος ζωὴ νοερῶς μὲν ἐν τῷ δημιουργῷ, λογικῶς δὲ ἐν ταῖς ψυχαῖς, καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ τὸ σῶμα ἀσω-