Ancient Greek
3.305.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.305.5
Unproofread scanNot analysed yet
4 βλέπον A :βλέπων QDb ἀφορίζει D αὐτῶ ci Kroll ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42B] οἰκείους εἴδει τῆς ζωῆς), γίγνεται δὲ καὶ ἀπὸ τῶν θεῶν τῶν διακοσμοῦντων τὸ πᾶν (πᾶσι γὰρ ἐκεῖνοι τὸ κατ’ ἀξίαν διανέμουνσι, καὶ διὰ τοῦτο καὶ τὴν Δίκην ἐκ μέσης τῆς ἡλίου σφαῖρας ἐπὶ τὸ πᾶν προϊούσαν τὰ πάντα κατευθύνειν λέγουσιν). ἀλλ’ ὥσπερ ἐν τοῖς ὅλοις ἡ Δίκη τῷ Διὶ συν- 5 επομένη τῶν ἀπολειπομένων ἐστὶ τοῦ θελοῦ νόμου τιμωρός [leg. IV 716A], οὕτω καὶ ἡ περὶ τὰς ψυχὰς ἐνέργεια τῆς Δίκης κατακοσμεῖ τὰς ἐπιλελησμένας τῶν εἰμαρμένων νόμων καὶ τὴν χειρόνα ζωὴν ἀντὶ τῆς ἀμείνους ἀλλαξαμένας. ταῦτα μὲν εἰρήσθω κοινῇ περὶ τούτων. Πῶς 10 δὲ ὁ προσήκων χρόνος; καὶ τί ‘τὸ σύννομον ἄστρον’ καὶ τίς ὁ εὐδαίμων βίος; ὁ μὲν οὖν προσήκων ἐστὶ χρόνος ὁ οἷον αὐτὸς ἀφώρισεν ἐν Φαίδρῳ [249A] ταῖς ἐντεύθεν περιεχομέναις μετὰ τὴν πρώτην γένεσιν, ὁ χιλίτης ἢ τις ἄλλος τοιοῦτος· ὡς γὰρ ἐπὶ τῶν φιλόσοφων βίων ἐλομένων 15 οὕτως ὁ χρόνος, οὕτως ἐπὶ ἄλλων ἄλλος, πλείων ἢ ἐλάττων, οὐ μοναδικῶς, ἀλλὰ κατὰ τὸ εἶδος τῆς ζωῆς ἀφοριζόμενος.