Ancient Greek
3.306.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.306.3
Unproofread scanNot analysed yet
C τὸ δὲ σύννομον ἄστρον ἐστὶ περὶ ὃ ἡ σπορὰ καὶ ἡ διανομὴ τῶν τε ψυχῶν καὶ τῶν ὀχημάτων, ὥστε καὶ εἴ τινες ἐξ ἀρχῆς τὴν λῆξιν ἔσχον περὶ γῆν, καὶ ταύτας μετὰ τὸν 20 πρῶτον βίον δίκῃ καὶ θεοῖς ἐπισπομένας ἀναχωρεῖν εἰς τὸ ὄχημα τὸ αἰθέριον τῆς ὅλης γῆς, ἀπολειποῦσας τὸν γήινον ὄγκον (καὶ ἐν ἐκείνῳ αὐτὰς ἰδρύουσι καὶ τὸ συμφὲς αὐταῖς ὄργανον, αὐτὰς μὲν ζωῆς νοερᾶς πληρουμένας, τὰ δὲ ὄχηματα φωτὸς θείου καὶ δημιουργικῆς δυνάμεως πληρού- 25 σας), καὶ εἴ τινες περὶ ἥλιον προῆλθον, ἀνατρεχοῦσας αὐτὰς ἐπὶ τὴν ἐαντῶν ὁλότητα μετ’ ἐκείνης τὰ ὅλα διακοσμεῖν τῇ πρὸς ἐκείνην συντάξει δύναμιν λαχοῦσας τοιαύτην, καθ’ ἣν οὐκ ἀφριστάμεναι τῆς ἐαντῶν νοήσεως προνοοῦσι τοῦ παντός.