Ancient Greek
3.308.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.308.1
Unproofread scanNot analysed yet
292 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42B] μὲν γὰρ τριῶν δεῖται περιόδων, ἡ δὲ καὶ διὰ μιᾶς γένοιτο ἂν, καὶ ἡ μὲν εἰς τὸ νοητὸν ἄναιρε τὴν ψυχὴν, ἀφ’ οὗ κατέλθεν, ἡ δὲ εἰς ὑφεμένον εἶδος ζωῆς· μέτρα γὰρ ἐστὶν εὐδαιμονίας· καὶ διττὴ ἡ ἄνοδος, ἡ μὲν ἀνιόντων, ἡ δὲ ἀνελελυθότων. ὥστε καὶ τὴν εἰς τὸ σύμμορον ἄστρον ἀφικομένην δυνατόν ἢ ταῖς περικοσμίαις δυνάμεσι συντάττεσθαι τοῦ σφετέρου θεοῦ ἢ καὶ ἀνωτέρω χωρεῖν. εἰ δὲ μέλλοι πρὸς αὐτὸ τὸ νοητὸν ἀναδραμεῖσθαι, δεῖται τῆς τριςχιλιετοῦς περιόδου· διὰ γὰρ ταύτης ἡ ἀκροτάτη πτέρωσις.