Ancient Greek
3.308.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.308.3
Unproofread scanNot analysed yet
F Σφαλεῖς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλει [42B]. Εἴρηται καὶ πρότερον [p. 282, 8ss], ὅτι πρώτην γένεσιν οὐ λέγει τὴν σποράν, ἀλλὰ τὴν ἀπὸ τοῦ νοητοῦ καθόδον τὴν μίαν πάσαις οὖσαν ταῖς μερικαῖς ψυχαῖς κοινὴν (δεύτεραν γοῦν γένεσιν ἀποκαλεῖ τὴν δευτέραν κάθοδον), καὶ ὅτι τὴν εἰς γυναικὸς φύσιν κάθοδον ποιεῖ δευτέραν, ὥσπερ καὶ τρίτην τὴν εἰς θηρίον, τὴν εὐτάκτον ὑφεσιν τῆς ζωῆς ἐνδεικνύμενος. οὕτω γοῦν καὶ ἐν Φαίδρῳ [249B] κατὰ τοὺς δευτέρους βίους εἰς θηρία φησιν ἀφικνεῖσθαι ψυχάς, δευτέρους βίους ἐξῆς ἅπαντας ἐκεῖ καλῶν τοὺς μετὰ