Ancient Greek
3.308.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.308.1-2
Unproofread scanNot analysed yet
μὲν γὰρ τριῶν δεῖται περιόδων, ἡ δὲ καὶ διὰ μιᾶς γένοιτο ἄν, καὶ ἡ μὲν εἰς τὸ νοητὸν ἀνάγει τὴν ψυχὴν, ᾗ οὐ κατέλθον, ἡ δὲ εἰς ὑφειμένον εἴδος ζωῆς· μέτρα γὰρ ἐστὶν εὐδαιμονίας· καὶ διττὴ ἡ ἄνοδος, ἡ μὲν ἀνιόντων, ἡ δὲ ἀνεληλυθότων. ὥστε καὶ τὴν εἰς τὸ σύννομον ἄστρον ἀφικομένην δυνατὸν ἢ ταῖς περικοσμίαις δυνάμεσι συντάττεσθαι τοῦ σφετέρου θεοῦ ἢ καὶ ἄνωτέρω χωρεῖν. εἰ δὲ μέλλοι πρὸς αὐτὸ τὸ νοητὸν ἀναδραμεῖσθαι, δεῖται τῆς τρισχιλιετοῦς περιόδου· διὰ γὰρ ταύτης ἡ ἀκροτάτη πτέρωσις.