Ancient Greek
3.308.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.308.2
Unproofread scanNot analysed yet
Σφαλεῖς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλει [42B]. Εἴρηται καὶ πρότερον [p. 282, 8ss], ὅτι πρώτην γένεσιν οὐ λέγει τὴν σποράν, ἀλλὰ τὴν ἀπὸ τοῦ νοητοῦ κάθοδον τὴν μίαν πάσαις οὖσαν ταῖς μερικαῖς ψυχαῖς κοινὴν (δεύτεραν γοῦν γένεσιν ἀποκαλεῖ τὴν δευτέραν κάθοδον), καὶ ὅτι τὴν εἰς γυναικὸς φύσιν κάθοδον ποιεῖ δευτέραν, ὥσπερ καὶ τρίτην τὴν εἰς θηρίον, τὴν εὐτάκτον ὕφεσιν τῆς ζωῆς ἐνδεικνύμενος. οὕτω γοῦν καὶ ἐν Φαίδρῳ [249B] κατὰ τοὺς δευτέρους βίους εἰς θηρία φησὶν ἀφικνεῖσθαι ψυχάς, δευτέρους βίους ἐξῆς ἅπαντας ἐκεῖ καλῶν τοὺς μετὰ τὴν πρώτην γένεσιν· χιλιοστῷ δὲ ἔτει ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου αἱροῦνται ὅν ἂν ἐθέλῃ ἑκάστη· ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται. ἄλλην οὖν ἐν τούτοις τάξιν ζωῆς ἐμφαίνων καὶ ἀπὸ τοῦ δυνατωτέρου πρὸς τὸ ἀσθενέστερον ἄγει τὴν ψυχὴν καὶ ἀπὸ τοῦ νοεροῦ πρὸς τὸ ἀνόητον· καὶ πῶς γὰρ ἀνάγκη τὴν ψυχὴν ἐκ πρώτης γενέσεως εἰς γυναικὸς μὴ κατιέναι φύσιν; εἰ μὲν γὰρ κατὰ παρατροπὴν τοῦ ἄρρενος ὑφίστατο τὸ θῆλυ γένος, ἀναγκαῖον ἦν ἀπὸ τοῦ κατὰ φύσιν ἄρχεσθαι τὰς νεοτελεῖς ψυχάς·