Ancient Greek
3.308.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.308.5
Unproofread scanNot analysed yet
329 τὴν πρώτην γένεσιν· χιλιοστῷ δὲ ἔτει ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου αἱροῦνται ὅν ἂν ἐθέλῃ ἑκάστη· ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται. ἄλλην οὖν ἐν τούτοις τάξιν ζωῆς ἐμφαίνοσιν καὶ ἀπὸ τοῦ δυνατωτέρου πρὸς τὸ ἀσθενέστερον ἄγει τὴν ψυχὴν καὶ ἀπὸ τοῦ νοεροῦ πρὸς τὸ ἀνόητον· καὶ πῶς γὰρ ἀνάγκη τὴν ψυχὴν ἐκ πρώτης γενέσεως εἰς γυναικὸς μὴ κατέναι φύσιν; εἰ μὲν γὰρ κατὰ παρατροπὴν τοῦ ἄρρενος ὑφίστατο τὸ θῆλυ γένος, ἀναγκαῖον ἦν ἀπὸ τοῦ κατὰ φύσιν ἄρχεσθαι τὰς νεοτελεῖς ψυχάς·