Ancient Greek
3.31.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.31.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] αἰσθητῷ ὁ αἰών, εἰ καὶ μὴ παντελῶς· πῶς δὲ οὐκ ἂν ὁμολογήσαιμεν· ὁ γὰρ τῆς εἰκόνος μετέχων τοῦ αἰῶνος μετέχει πως καὶ τοῦ αἰῶνος, εἰ καὶ μὴ οὕτως, ὡς ὁ ἀμέσως αὐτοῦ μετέχων, καὶ ὅλως ἀεὶ τὰ ὑπέρτερα αἴτια κοσμεῖ καὶ τὰς τῶν ὑφειμένων ἐπικρατείας. ὥστε καὶ ὁ αἰὼν πάρειστί πως τοῖς ὑπὸ τοῦ χρόνου κοσμουμένοις· καθ’ ἓν μὲν γὰρ παντελὲς πέρας μόνοις τοῖς νοητοῖς σύνεστι, πεπληθυσμένως δὲ κατὰ τὰς διηρημένας τελειότητας καὶ κατὰ τὰ ὁρισμένα τῆς ζωῆς μέτρα καὶ μάλιστα κατὰ τὰς οὐσίας τῶν οὐρανίων ψυχῶν δύναται παρεῖναι καὶ τοῖς ἐγκοσμίως πράγμασι. καὶ δέχεται αὐτὸς ὁ κόσμος οὐχ ὡς ἔστιν αὐτὸς ὁ αἰών, διὸ μηδ’ αἰώνιος εἶναι λέγεται, ἀλλ’ ὡς δύναται τὴν ἀμέριστον αὐτοῦ παρουσίαν καὶ ἐλλαμψιν. θεῖας ἄρα καὶ τοῦτο αἰτίας καὶ περιοχῆς ἐξαιρετὸν ἀγαθὸν ἔστιν ἐν τῷ αἰῶνι, διόπερ δὴ καὶ τὰ μεριστὰ καὶ ὥσπερ ὕπεναντία πρὸς τὴν ἑαυτοῦ φύσιν κατ’ αἰτίας ἐπιπλοκὴν περιέχει. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Πῶς δὲ ‘εἰκὼν’ ὁ χρόνος εἴρηται τοῦ αἰῶνος· ἄρ’ ὅτι μένει μὲν ὁ αἰὼν ἐν τῷ ἑνί, πρόσεισι δὲ ὁ χρόνος κατ’ ἀριθμόν· ἀλλὰ ταῦτα τὴν ἀνομοιότητα μᾶλλον αὐτῶν τὴν ὁμοίωσιν ἐπιδείκνυσιν· σχεδὸν γὰρ τὰ πάντα τοῖς πάσιν ἀντέθηκε, τῷ ‘μένειν’ τὸ ‘ἔνα’, τῷ ἑνὶ τὸ κατ’ ἀριθμόν, τῷ αὐτὸ τὴν ‘εἰκόνα’. βέλτιον οὖν λέγειν, ὅτι δὴ δύο μέτρα ταῦτα τῶν ὄντων ὁ θεὸς παρήγαγε, τὸν αἰὸνὰ φημὶ καὶ τὸν χρόνον, τὸν μὲν τῶν νοητῶς ὄντων, τὸν δὲ τῶν ἐγκοσμίων. καθάπερ οὖν ὁ κόσμος εἴρηται τοῦ νοητοῦ, καὶ τὸ κοσμικὸν μέτρον εἰκὼν τοῦ μέτρου τοῦ νοητοῦ κατωνόμασται. ἀλλ’ ὁ μὲν αἰὼν μέτρον ὡς τὸ ἓν, ὁ δὲ χρόνος ὡς ὁ ἀριθμὸς· μετρεῖ γὰρ ἑκάτερος, ὁ μὲν τὰ ἐνιζόμενα, ὁ δὲ τὰ ἀριθμούμενα, καὶ ὁ μὲν τὴν διαμονὴν τῶν ὄντων, ὁ δὲ τὴν παράτασιν τῶν γινομένων. αἱ δὲ δοκοῦσαι ἀντιθέσεις αὐτῶν οὐκ ἀνομοιότητά τῶν μέτρων ἐμφαίνουσιν, ἀλλὰ τὸ παρῆχθαι τὰ δεύτερα παρὰ τῶν