Ancient Greek
3.310.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.310.4
Unproofread scanNot analysed yet
Τὴν εἰς τὰ ἄλογα ζῷα κάθοδον τῶν ψυχῶν ὅπως λέγεται ζητεῖν εἰώθασιν, καὶ οἱ μὲν ἀνθρώπων ὁμοιώσεις πρὸς θηρία νομίζουσιν εἶναι τοὺς λεγομένους θηριώδεις βίους (οὐ γὰρ εἶναι δυνατόν θηρίου γενέσθαι ψυχὴν οὐσίαν λογικήν), οἱ δὲ αὐτόθεν καὶ ταύτην εἰς τὰ ἄλογα συγχωροῦσιν εἰσχωρεῖσθαι (καὶ γὰρ εἶναι πάσας ὁμοειδεῖς τὰς ψυχάς, ὥστε καὶ λύκους καὶ παρδάλεας καὶ πνεύμονας γίνεσθαι ταύτας). ὁ δὲ ἀληθὴς λόγος εἰσχωρεῖσθαι μὲν εἰς θηρία