Ancient Greek
3.311.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.311.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42BC] φησί τὴν ἀνθρωπίνην ψυχὴν, ἔχοντα δὲ τὴν οἰκείαν ζωήν, καὶ ἐπὶ ταύτῃ τὴν εἰσκριθεῖσαν ψυχὴν οἷον ἐποχομένην καὶ τῇ πρὸς αὐτὴν συμπάθειᾳ δεδεμένην. καὶ τοῦτο δέ-δεικται μὲν ἡμῖν ἐν ταῖς εἰς Φαίδρον συνουσίαις διὰ πολλῶν λόγων καὶ ὅτι μόνος ὁ τρόπος οὗτός ἐστι τῆς εἰσκρίσεως. εἰ δ’ οὖν καὶ ὅτι Πλατωνικὸς ὁ λόγος ὑπομνη-σαὶ χρή, παραθετέον, ὅτι τε ἐν Πολιτείᾳ [X 620C] τὴν ψυχὴν τοῦ Θεραίου πίθηκον ἐνδύεσθαι φησιν, ἀλλ’ οὐ σῶμα πιθήκειον, καὶ ἐν Φαίδρῳ [249B] κατιέναι εἰς βίον θηρίον, ἀλλ’ οὐχ εἰς σῶμα θηρίον (ὁ γὰρ βίος μετὰ τῆς οἰκείας ἐστὶ ψυχῆς), καὶ ἐν τούτοις μεταβάλλειν εἰς θηρίον φύσιν· ἡ γὰρ θηρείος φύσις οὐκ ἐστὶ τὸ σῶμα τὸ θηρίον, ἀλλ’ ἡ ζωὴ τοῦ θηρίου. καὶ τοῦτο μέν, ὅπερ εἴρηται, ληπτέον ἀπὸ τῶν εἰς Φαίδρον εἰρημένων. ὅτι δὲ ἀδύνατον ψυχὴν νεοτελῆ θηρίου γενέσθαι ψυχήν, ὑπομνήσομεν ἀπὸ τοῦ τὴν θηριωδίαν ἐπέκεινα πάσης ἀν-θρωπίνης εἶναι κακίας, ὥσπερ καὶ Ἀριστοτέλης φησί. δεῖ δὴ οὖν ἀνθρωπίνην πρότερον κακίαν σχεῖν, εἴδ’ οὕτω τὴν θηρίοις πρέπουσαν· οὐ γὰρ ἐστιν ἀπὸ τῶν ἐναντιωτάτων εἰδῶν τῆς ζωῆς τὰ ἐναντιώτατα σχεῖν. διὸ καὶ αὐτὸς οὕτως εἶπεν, ὅτι μὴ παυόμενος ἐν τούτοις ἐτι, λέγων τῇ εἰς γυναῖκα καθόδῳ, καθ’ ὃν ἂν κακύνται τρόπον, εἰς τοι-αύτην μεταβάλλει θηρίου φύσιν· ἀπὸ γὰρ τῶν πρώ-των εἰδῶν καὶ νοερωτέρων δι’ ὑφέσεως γίνεται τὰ ἀλογώ-τερα καὶ ἀπὸ τῶν ἀσχετωτέρων τὰ ἐν σχέσει καὶ ἀπὸ τῶν ἐρωμενεστέρων τὰ ἀσθενέστερα. πολνειδοῦς δὲ τῆς κακίας οὕσης ἐστι καθ’ ἑκάστην τὸ θηριώδες θεωρεῖν καὶ κατὰ τοῦτο πρὸς τὰ ὅμοια ζῷα συνάπτειν τὴν ψυχήν, ὡς ἐν Φαίδωνι [81E 82A] πεποίηκεν· ἡ μὲν γὰρ ἐν ἀδικίᾳ θηριωδία λύκους ἀποτελεῖ, ἐλάφους δὲ ἡ ἐν δειλίᾳ καὶ ὄνους ἡ ἐν γαστριμαργίᾳ· τούτων γὰρ ἑκάστη πάντως ἔχει τινὰ ὑπερβολὴν ἐκβαίνουσαν τὴν ἀνθρωπίνην διατροφὴν.