Ancient Greek
3.323.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.323.1-2
Unproofread scanNot analysed yet
τὴν περὶ νοῦν καὶ φρόνησιν, ἐπόμενα τῇ ταύτου περιόδῳ· γελοῖον γὰρ ἡ τῆς περὶ ἐκεῖνα νευμηθείσης ψυχῆς περὶ ἄλλο γεγονέναι τὴν σποράν (ὡς γὰρ ἡ ψυχὴ πρὸς τὴν ψυχήν, οὕτω καὶ τὸ ὄχημα τῷ ὀχήματι συμμιγές), ἢ τὴν σπαρείσαν ἐκεῖ μὴ καὶ ἀνιέναι μέχρις ἐκείνων, πανταχοῦ τῶν μερῶν πρὸς τὰ ὅλα ἐπειγομένων, ὅταν ἔχῃ κατὰ φύσιν, καὶ φερομένων ἐπ’ αὐτά, εἰ μὴ τύχοι διαλυθέντα ὑπὸ τῶν ἄλλοτρίων, δι’ ὧν φέρεται πρὸς αὐτά, τῶν ψυχικῶν ὀχημάτων ἀλύτων ὄντων καὶ ἀθανάτων διὰ τὴν ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ γένεσιν. ταῦτά τε οὖν μᾶλλον ἐγκριτέα, συμβαίνοντα τοῖς περὶ τῆς νομῆς καὶ τῆς σπορᾶς ὑπ’ αὐτοῦ διατεταγμένοις, ἀμφοῖν περὶ τοῦ δημιουργοῦ γενομέναιν, καὶ ὡς, ἐπειδή τῶν ψυχῶν ἐστι μετὰ τῶν ὀχημάτων ἡ σπορὰ καὶ οὐ μόνων τῶν ψυχῶν, ὡς ἡ νομὴ πρότερον, εἰκῶς εἶπε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην σπαρῆναι ἐνδεικνύμενος, ὡς ἐκάστη τούτων τῶν ψυχῶν ἤδη ἄνθρωπός ἐστι καὶ ὁ πρῶτος ἄνθρωπος, κἀνταῦθα τοῦ ὁρισμοῦ κρατοῦντος, ὡς ἄρα ἄνθρωπός ἐστι ψυχὴ σώματι χρωμένη ἀθάνατος ἀθανάτῳ, ὃν καὶ χωρῖσαι δεῖ τοῦ θνητοῦ παντός, ἵνα γένηται ὅς ἦν πρὸ τῆς εἰς γένεσιν πτώσεως. ἀνθρώπους ἤδη ὄντας σπείρων, ἀλλ’ οὐ ψυχὰς εἰκῶς εἴρηται τοὺς μὲν εἰς γῆν σπείρειν, τοὺς δὲ εἰς σελήνην. ταῦτά τε οὖν συννοητέα μετὰ τῶν ἐμπροσθεν καὶ ὅτι οὐδέποτ’ ἂν ὑπερκόσμια γένοιτο, οὔδε καθ’ οὓς εἰσιν ἐπέκεινα τῶν ἀπλανῶν ἄλλαι σφαῖραι, εἰ καὶ τὰ ἀκρότατα καὶ τὰ ἁπλούστατα τῶν ὀχημάτων μετέχει τῆς αἰθερίας αὐγῆς. ἄλλη δὲ ἡ νομὴ τῆς σπορᾶς· ἡ μὲν γὰρ ἐστι μόνων τῶν ψυχῶν, ἡ δὲ μετὰ τῶν ὀχημάτων. διὸ καὶ ἐκεῖ μὲν εἶπεν [41D]· ἐνειμεν ἐκάστην πρὸς ἕκαστον, ἐνταῦθα δὲ· ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, ὡς ἤδη τὸν ἀνθρώπειον λόγον αὐτῶν προβαλλουσῶν· καὶ γὰρ ἐκεῖ ὁ ἄνθρωπός ἐστι ψυχὴ σώματι χρωμένη, κἀκεῖνος ὁ ἄνθρωπος αἰδῖος. ἄλλης δ’ οὖν ἐκα-