Ancient Greek
3.324.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.324.1-2
Unproofread scanNot analysed yet
τέρας οὐσης καὶ τῆς μὲν εἰς τὰ ἄστρα γενομένης ὀηθείσης, τῆς δὲ εἰς τὰ ὄργανα τοῦ χρόνου, δόξειεν ἂν εἰς ἄλλα καὶ ἄλλα ἑκατέρα γενέσθαι· οὔτε γὰρ ἡ γῆ ἄστρον, ὥστ’ οὐκ ἂν εἴη νομὴ περὶ αὐτήν, οὔτε τὰ ἄπλανα ὄργανα εἴρηται χρόνου, ὥστ’ οὐκ ἂν εἴη σπορὰ περὶ αὐτά, μόνα δὲ τὰ πλανώμενα καὶ ἄστρα ἐστὶ καὶ ὄργανα χρόνου, ὥστε περὶ ταῦτα ἄμφω, καὶ ἡ νομὴ καὶ ἡ σπορά. ὅτι δὲ ἄτοπον μὴ εἶναι περὶ ταῦτα ἄμφω δῆλον· εἰ γὰρ ὁ δημιουργὸς καὶ ὁ νέμει καὶ ὁ σπείρει, κατ’ οὐσίαν ἄμφω ταῖς ψυχαῖς ὑπάρχει, καὶ εἰ τοῦτο, δεῖ περὶ ταὐτὸν ἄμφω, ἵνα καὶ ἡ ἀποκατά- E στασις εἰς ἓν ἢ πάσης καὶ μὴ εἰς τὸ σύννομον ἄστρον ἀποκαταστάσα διὰ τὴν νομὴν εἰς ἄλλο ἀναγκάζεται ἀποκαθίστασθαι διὰ τὴν εἰς ἐκεῖνο σποράν· οἰκεῖον γὰρ τὸ σπειρόμενον ἐστὶ τῷ περὶ ὃ ἐσπαρται κατ’ οὐσίαν. εἰ δὴ ταῦτα ἀληθῆ, καὶ τὴν γῆν ἄστρον τι ὀητέον, οὐ κατὰ τὸν φαινόμενον ὄγκον, ἀλλὰ κατὰ τὸ αἰθέριον αὐτῆς ὄχημα ἀστροεῖδες <ὄν> (ὅπου καὶ τὸ ἡμέτερον τοιοῦτόν ἐστι), καὶ τοὺς ἀπλανεῖς συναπεργάζεσθαι χρόνον· εἴρηται γὰρ ἤδη τὸ αἴτιον, διὸ τὰ πλανώμενα μόνα συναπεργάζεσθαι χρόνον εἶπε [38E]. κἄκεινα οὖν, καθ’ ὅσον ἔχει περιόδους, εἰ καὶ ἀγνώστους ἡμῖν, πάντως μετρεῖ τὸν ὅλον χρόνον, ἄλλα ἄλλως· οὐ γὰρ ἡ αὐτὴ πάντων ἀποκατάστασις· ἀλλ’ ἐκ τῆς αἰσθήσεως οὐδὲν ἔχομεν τῆς περιφορᾶς αὐτῶν ὡς τῶν πλανωμένων τεκμήριον. πᾶσαι οὖν τοῦ κόσμου μερίδες ὑπεδέξαντο μερικὰς ψυχὰς ἐσπαρμένας καὶ πᾶς ἐγκόσμιος θεὸς ἀγελάρχης ἐστὶ ψυχῶν μερικῶν καὶ νεμηθεισῶν καὶ ἐσπαρμένων περὶ αὐτὸν κατὰ τὸν νοῦν τὸν δημιουργικόν. ὁ δὲ Πλάτων τὴν μὲν εἶπεν ἰδίως περὶ τὰ ἄστρα γενέσθαι, τὴν δὲ περὶ τὰ ἔσχατα τῶν ὅλων σελήνην καὶ γῆν, ἐνδεικνύμενος τὴν ἑκατέρας ἀξίαν, ὡς τῆς μὲν θειοτέρας οὐσης F (ἄσωματος γάρ), τῆς δὲ καταδεεστέρας (μετὰ σωμάτων γὰρ ἡ σπορά). τούτων δὲ ἔνδειξις ἡ ἀποδιάληψις τῶν τε τῆς νομῆς καὶ τῆς σπορᾶς προηγουμένων αἰτίων, ἑκατέρα εἰς