Ancient Greek
3.342.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.342.2
Unproofread scanNot analysed yet
θεοὶ λέγουσι, καὶ τὰ σχολιὰ ῥεῖθρα, ὧφ’ ὧν οἱ πολλοὶ κατασῦρονται, ὡς τὰ λόγια [or. chald. 63] φησιν. ἡ δὲ ‘ἕνδεσις’ τὴν συμπεποδισμένην ζωὴν καὶ τὴν ἐπὶ τὸ ἔσχατον ἀφικομένην ἐμφαίνει· τὸ τε γὰρ δεδεμένον κωλύεται προῖέναι καὶ τὸ προῖέναι μηκέτι δυνάμενον ἐν τῷ τέλει τῆς ἑαυτοῦ γέγονε κινήσεως, ἡ δὲ ψυχὴ τῷ σώματι κοινωνήσασα τὰς ἑαυτῆς δυνάμεις τέλος ἔχει τῆς καθόδου. τὸ δὲ ‘πολὺ’ τὴν πεπληθυσμένην τῆς γενέσεως καὶ τὴν πᾶντη μεριστὴν ἐνδείκνυται ζωήν. τὸ δὲ ‘μήτε κρατεῖν μήτε κρατεῖσθαι’ τῶν συνελθόντων ἐκάτερον σῴζειν καὶ τὴν ἑαυτοῦ φύσιν· οὐ γὰρ ὡςπερ ἐπὶ τῶν κεκραμένων κατὰ σύμφθαρσιν γέγονεν ἡ τῆς ψυχῆς καὶ τοῦ σώματος σύνοδος· οὔτε γὰρ τὸ σῶμα μεθίσταται πρὸς τὴν τῆς ψυχῆς οὐσίαν οὔτε ἡ ψυχὴ πρὸς τὴν ἰδιότητα τοῦ σώματος· οὐδέτερον γὰρ ἑαυτῷ τὸ λοιπὸν ὁμοιοῖ. οὐτ’ οὖν κρατεῖται ἡ ψυχὴ παρὰ τοῦ σώματος (οὐ γὰρ γίνεται ἀψυχος), οὔτε κρατεῖ τοῦ σώματος (οὐ γὰρ ποιεῖ αὐτὸ ἀσώματον). ἄλλως δὲ κρατεῖ μὲν ὡς συνέχουσα αὐτό, κρατεῖται δὲ ὡς παραποδιζομένη κατὰ τὴν νόησιν. ὁ δὲ γε Πλάτων μᾶλλον ἀπέφησεν ἐκάτερον ἢ κατέφησεν, ἵνα καὶ τὴν ἰδιότητα ἐν τῇ κοινωνίᾳ καὶ τὸ ἄμικτον αὐτῶν ἐν τῇ μίξει νοήσωμεν.