Ancient Greek
3.342.3 to 3.342.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.342.3-4
Unproofread scanNot analysed yet
Βία δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπη τύχοι προῖέναι καὶ ἀλόγως, τὰς ἐξ ἀπάσας κινήσεις ἔχον· εἰς τε γὰρ τὸ πρόσθεν καὶ ὀπίσθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πᾶντη κατὰ τοὺς ἐξ τόπους πλανώμενα προῆλιν [43B]. Ὅτι μὲν ὁ γενεσιουργὸς ποταμὸς καὶ κατὰ τὸν ἄλλον βίον ἐνοχλεῖ τὴν ψυχήν, μάλιστα δὲ ἐν τῇ νεότητι πολὺς ἐστιν ὡς ἀθρόας τῆς τε ἐπιρροῆς καὶ ἀπορροῆς γιγνομένης, διὰ τῶν εἰρημένων οἶμαι γεγονέναι καταδήλον. ἐπειδή δὲ