Ancient Greek
3.361.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.361.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43E 44A] ὡς τὰ τῶν ἑστῶτων καὶ πρὸς νότον ὁρῶντων· οἴησεται οὖν οὕτος, ἐπειδὴ πρὸς νότον βλέπει, τὰ μὲν πρὸς ἀνατολαῖς ἀριστερά, τὰ δὲ πρὸς δυσμαῖς δεξιά, καὶ ὑπὸ τῶν ὁρῶντων οὕτως νομισθήσεται. τὰ ἄρα ἀριστερὰ δεξιὰ οἴησεται καὶ τὰ 5 δεξιὰ ἀριστερὰ ἑκάτερος εἶναι τοῦ ὑπτίου, καὶ δῆλον ὅτι καὶ τὰ τοῦ ὁρῶντος ἄνάπαλιν ἔχειν ὑπολήψεται ὡς ἐπὶ τοῦ ἀντιπροσώπου αὐτῷ ἑστῶτος, καίτοι ἐπὶ τὰ αὐτὰ ἔχοντος τῷ ὑπτίῳ τὰ συναμφότερα· οἴεται γὰρ τοῦ πρὸς μεσημβρίαν ὁρῶντος ἑκάτερος δεῖν τὰ ἀριστερὰ εἶναι πρὸς ἀνατολὰς, τὰ 10 δεξιὰ πρὸς δύσιν, καὶ φαῖν ἂν, εἰ τὰ ἕτερα οὕτως ἔχοι, καὶ τὰ λοιπά· εἰς γὰρ τὸ αὐτὸ ὁρῶμεν· ὅπερ ἦν καὶ ἐπὶ τῶν ἑστῶτων καὶ εἰς τὸ αὐτὸ βλέποντων ἀληθές, ἐπὶ δὲ τοῦ τὴν κεφαλὴν κάτω ἔχοντος, κἂν βλέπῃ πρὸς μεσημβρίαν, οὐκ ἀληθές. καλῶς ἄρα εἴρηται, ὅτι ἑκάτερος τὰ ἑκατέρου καὶ 15 οὐχὶ τὰ τοῦ ἑτέρου μόνον ἄνάπαλιν ἔχειν θέσεως οἴησεται.