Ancient Greek
3.361.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.361.3
Unproofread scanNot analysed yet
τρίτον δέ, ὅπως καὶ ἐπὶ ψυχῆς ταῦτα κατ’ ἀναλογίαν B ὀφθήσεται· καὶ γὰρ ἡ ψυχὴ τὸν μὲν λόγον ἑαυτῆς καταχουσα, φαντασίαν δὲ καὶ τὰς ἀλόγους ἀνεγείρασα δυνάμεις, μᾶλλον δὲ φυτὸν γενομένη καὶ τὸν τῶν φυτῶν μιμησα- 20 μένη βίον (ἐν τούτοις γὰρ ἡ κεφαλὴ κάτω κατερρίφωται, τὸ δὲ ἄλλο πᾶν ἄνω φέρεται κρατοῦν τοῦ ἀμείνους) ἀπ’ ἐναντίας κρῖνει τὰ ὄντα, καὶ οὐχ αὐτὴ μόνον, ἀλλὰ καὶ ἡ οὐπω μὲν παθούσα τοῦτο, βλέπουσα δὲ εἰς ταύτην. δῆλον γοῦν, ὅτι ὁ μὲν τὴν κεφαλὴν ἑρείσας κάτω τοῖς τελείως ἑοικε 25 διεστραμμένοις, ὁ δὲ ἑστὼς μὲν κατὰ φύσιν, τῷ δὲ εἰς ἐκεῖνον ὁρῶν τὰ ὅμοια ἐκείνῳ πεπονθώς, τοὺς ὑπ’ ἄλλων διαστρεφομένοις, ὥσπερ ἐκεῖνος τοὺς ὑφ’ ἑαυτῶν. φυτικὴν οὖν ἡ ψυχὴ μιμησαμένη ζωήν τὰ μὲν ἕτερα ταῦτα νομίζει, τὰ δὲ ταῦτα πάλιν ἕτερα· τὴν μὲν γὰρ ἡδονὴν τῷ ἀγαθῷ νο- 30 μίζει ταυτόν, ἥ δὴ ἕτερα ἐστι, τὸ δὲ θεῖον τοῦ ἀγαθοῦ χωρίζει καὶ τὴν ἀρετὴν τοῦ καλοῦ, ἥ δὴ ταῦτά ἐστι. τὸ ἄρα