Ancient Greek
3.362.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.362.1
Unproofread scanNot analysed yet
346 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43 E 44 A] ταυτόν τῷ καὶ τὸ θάτερόν τῶν λέγουσιν ἐναντίως ἀμφότεραι, ἢ τε ἐσχάτη ζωή καὶ ἡ αὐτὴν ἀφεῖσα καὶ ταύτῃ ἐπομένη. διὸ καὶ ψευδεῖς εἰσί. καὶ οὐ μόνον περὶ ταυτόν καὶ ἕτερον, ἀλλὰ καὶ περὶ κίνησιν καὶ στάσιν ταύτῳ πεπόνθασι· τὸ γὰρ ἀεικίνητον ἵστασθαι νομίζουσιν, ὥσπερ οἱ πολλοὶ τὸν ἥλιον, καὶ τὸ ἔστως κινεῖσθαι, ὡς τὴν γῆν τινες, καὶ ἐπ’ ἄλλων πολλῶν ἐνηλλαγμένως τὰ πράγματα θεωροῦσι. ταῦτα δὲ τὰ πάθη συμβαίνει περὶ τὰς ἐνεργείας τῶν ἐν τῇ θάτερου περιόδῳ κύκλων. διὸ καὶ αὐτὸς εἶπε «ταῦτα καὶ τοιαῦτα ἕτερα τὰς περιφορὰς πάσχειν», τὰς ἐν τῷ θάτερου κύκλῳ λέγων ἐπὶ οὐσίας, ἐπεὶ ἡ γε ταύτου μία ἦν, ἥτις πεπῆδηται, καθάπερ εἴρηται πρότερον. μόνος οὖν ἐστὶν ἐκεῖνος ἔννους ὁ τὸν θάτερον κύκλον ὀρθῶσας, τὸν δὲ ταύτου λύσας, καὶ οὗτος ἂν εἴη πάντως ὁ τὸν ἑαυτοῦ Προμηθέα λύων δεθέντα διὰ τὸν Ἐπιμηθέα· διὰ γὰρ τὴν πρὸς τὸ ἄλογον δέδεται τάξιν, ὅπερ ὁ Ἐπιμηθεὺς ἐκεῖνος λέγεται κοσμεῖν. Οὐδεμία δὲ ἐν ταῖς τότε περιόδος ἄρχουσα οὐδ’ ἡγεμών ἐστι [44 A].