Ancient Greek
3.362.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.362.3
Unproofread scanNot analysed yet
Πολλῶν γὰρ οὐσῶν ἐν τῷ θάτερου κύκλῳ περιόδων κατὰ μίμησιν τῆς τοῦ παντὸς ψυχῆς πᾶσαι διαλελόβηνται καὶ διάστροφοι γεγόνασιν καὶ ἀσθενεῖς καὶ δουλεύουσι ταῖς ἀλόγοις κινήσεσιν, ὡς οὐ δεῖ περιόδους καλεῖν, ἄτε κατ’ εὐθείαν ἐπὶ τὴν γένεσιν σπευδούσας· ἐστὶ γὰρ περίοδος ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησις. πᾶσα δὲ ἄλογος εἴτε γνῶσις εἴτε ὄρεξις ἀπ’ ἄλλου πρὸς ἄλλο σπεύδει εἰς τὸ ἔκτος ἐπειγομένη, οὐ ὀρέγεται ἔκτος ὄντος ἢ ὁ γινώσκει ἔκτος ὄν ἑαυτῆς. οὐτ’ οὖν ἡ ταύτου περίοδος ἄρχει (πεπῆδηται γὰρ καὶ εἰκασται βασιλεῖ δεδεμένῳ διὰ τὸ ὑπὸ τοῖς πολεμίοις γενέσθαι), οὔτε ἡ θάτερου (διέστραπται γὰρ καὶ ξοικε στρατηγῷ τὰ τῶν πολεμίων φρονησάντι), καὶ οὗτος ὡς ἐστὶν ὁ Πυγανικὸς πόλεμος τὰ ἐν ἡμῖν γηγενῆ τῶν Ὀλυμπίων ἐντι-