Ancient Greek
3.367.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.367.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 44BC] ἐν τοῖς διανοητικοῖς καὶ τὸ ἐν τοῖς αἰσθητοῖς· οὐκέτι γὰρ παιδικῶς πάντα φέρουσι, ἀλλ’ οἰκείως ἕκαστα καὶ συνάπτειν καὶ διαιρεῖν ἐπιχειροῦσι. καὶ δεῖ ἐφιστάνειν, ὅπως πανταχοῦ περὶ τὸ ταὐτὸν τοῦτο καὶ τὸ ἕτερον καὶ τὴν ἐπιστήμην ἀφορίζειται καὶ τὴν ἄγνοιαν, ἢ κατ’ εὐθείαν ἢ κατ’ ἐναλλαγὴν· καὶ γὰρ τὰ μὲν καταφάσκομεν δεόν ἀποφάσκειν, ὅ ἐστι τὸ ἕτερον ὡς ταὐτὸν νοεῖν, καὶ ἄναπαλιν ἀποφάσκομεν ὅσα καταφάσκειν δεόν, τοῦ ἑτέρου ἄγνοιαν ἔχοντες, ὡς ὅταν γε τὸ γνωστικὸν διήρθρωται, πάντα ὡς ἔχει φύσεως ὀνομάζομεν, τὰ μὲν ταῦτά λέγοντες, τὰ δὲ ἕτερα εἶναι ἀλλήλων. οὕτω δ’ οὖν αἱ περίοδοι ἡμῶν προκόπτουσαι κατὰ φύσιν ἑμφρονα τὸν ἔχοντα αὐτὰς ἀποτελοῦσι γιγνόμενον. καὶ εἰκῶς ἔφη γιγνόμενον, ὅτι φυσικῶς κινούνται, ὥτε γίγνεται τις ἀπ’ αὐτῶν ἑμφρων, ἔστι δὲ ὁ καὶ τῆς ὀρθῆς τροφῆς ἐπὶ τοῦτοις τυχών, περὶ οὗ φησιν ἐξῆς.