Ancient Greek
3.367.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.367.3
Unproofread scanNot analysed yet
Ἄν μὲν οὖν συνεπιλαμβανῆται τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος <ὀγιῆς τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον,> γίγνεται [44BC]. Ἡ μὲν κατὰ φύσιν τῶν ψυχῶν ἐπὶ τὴν φρόνησιν ὁδὸς ὑπογράφεται διὰ τῶν εἰρημένων λόγων. συνάπτει δὲ ταύτῃ καὶ τὴν πολιτικὴν ἀγωγὴν τελειουργὸν οὖσαν τῆς φυσικῆς ἐπιτηδειότητος καὶ διὰ μὲν τῆς τροφῆς τῆς ὀρθῆς συνεθισμὸν τῷ ἀλόγῳ τῶν ἀγαθῶν πράξεων παρεχομένην καὶ τὴν κατὰ ὀρθὴν δόξαν ζωήν, διὰ δὲ τῆς παιδεύσεως μαθήμασι καὶ τῇ διαλεκτικῇ τὴν λογικὴν οὐσίαν τρέφουσαν. δεῖ γὰρ ἵθεσι μὲν τὸ ἄλογον, δόγμασι δὲ παιδεύθηναὶ τὸν λόγον, ἵνα τὸ μὲν ὑπήκοον γένηται τῆς λογικῆς ζωῆς, ἢ δὲ εἰς νοῦν ἀναδραμοῦσα τῶν ὄντων θεάσηται φύσιν· τούτων γὰρ γινομένων ὁλόκληρος ἀποτελεῖται καὶ ὀγιῆς· ὁλόκληρος μὲν, ὡς πάσας ἑαυτοῦ τὰς δυνάμεις εὐλύτους <οὖσας