Ancient Greek
3.370.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.370.2
Unproofread scanNot analysed yet
Ε ἀπλῶς μὲν γὰρ ἐρωτήθη περὶ ἀμφοῖν [εἰπεῖν], ὅτι γέγονεν ἐκ θεῶν· δεῖ δὲ καὶ περὶ τῶν μορίων ἀμφοῖν εἰπεῖν, ἐκ τίνων μὲν τὴν ψυχὴν, ἐκ τίνων δὲ τὸ σῶμα συνέστησαν οἱ δεύτεροι δημιουργοί. ταῦτα δέ ἐστιν, ἃ καὶ ἔμπροσθεν, εἰπὼν [42D] χρήναι ψυχὴν ὑποστῆσαι καὶ σῶμα τοὺς θεούς, 5 ἐπήγαγε [42E] καὶ τὰ τούτοις ἀκόλουθα ἀπεργάσασθαι, τὰς διαιρέσεις τῆς ψυχῆς καὶ τὴν λεπτουργίαν τῶν μερῶν τοῦ σώματος· καὶ γὰρ ἐπὶ τοῦ παντὸς οὕτω μετὰ τὸν κοινὸν περὶ τοῦ ὅλου λόγον περὶ τῶν ἐν αὐτῷ μερῶν εἶπε, καὶ ὅπερ ἴδιόν ἐστι τῆς Πλάτωνος φιλοσοφίας, τὸ τῶν θεῶν 10 ἐξάπτειν πᾶσαν τὴν γένεσιν, τοῦτο ποιεῖ καὶ νῦν, τὰς πρωτουργοὺς αἰτίας τῶν θνητῶν σωμάτων καὶ τῶν ἀχωρίστων εἰδῶν τῆς ζωῆς ἐν τοῖς θεοῖς ἀποτιθέμενος, οὐχ ὅτι τῶν μερικῶν ἐστιν ἐν αὐτοῖς εἴδη καὶ τῶν καθ’ ἕκαστα καὶ φθαρτῶν διωρισμένοι λόγοι (πόρρω γὰρ τῆς μεριστῆς ποιή- 15 σεως τὸ θεῖον), ἀλλ’ ὅτι καὶ τῶν γινομένων ἀγενήτως αὐτοὶ καὶ τῶν ἐνύλων ἀλλως προεστήκασιν τὸ ἐν τοῖς ἀποτελέσμασι μερικὸν ἐκ πολλῶν μερικῶν καὶ προσεχῶν αἰτιῶν συγκροτοῦντες διὰ τῶν ἀδίων κινήσεων καὶ διὰ τῶν <συν->