Ancient Greek
3.370.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.370.3
Unproofread scanNot analysed yet
F τεταγμένων αὐτοῖς αἰτίων πολυειδῶν ὄντων· ὡς γὰρ ὁ πρῶτος 20 δημιουργὸς παραδίδωσι τοῖς νέοις θεοῖς, οὕτω καὶ ἡ τοῦτῶν πρόνοια διὰ τῶν δαιμόνων προέσειν ἄχρι τῶν ἐνύλων καὶ ἀτόμων ἀρχῶν, ὑπουργοῖς χρησμένη καὶ ταῖς διωρισμέναις φύσει καὶ ταῖς ἰδίαις ἑκάστων κινήσει, τόπων τε καὶ ἀέρων δυνάμεσιν ἐξηλλαγμέναις, καὶ πᾶσι τοῖς προσεχέσι τῶν γινομέ- 25 νων αἰτίοις, ἀφ’ ὧν δὴ συμπληροῦται τὸ γινόμενον καὶ μερικὸν ἀντὶ ὅλου δημιουργεῖται καὶ ὑπόστασιν ἰδιότησι περιεγραμ- 348 μένην ἄλλαις καὶ ἄλλαις παραδέχεται. ῥητέον δ’ οὖν κἂνταῦθα περὶ τε τοῦ σώματος κατὰ μέρος, οἷον περὶ κεφαλῆς,