Ancient Greek
3.42.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.42.2
Unproofread scanNot analysed yet
E οὐκοῦν ἐκεῖνος ὁ ποιήσας πέντε τοὺς δακτύλους, ἀλλ’ ὁ γενομένους ἀριθμῶν ὑπὸ τῆς φύσεως τοσοῦτους. ἡμεῖς δὲ ζητοῦμεν τὸ αἴτιον τοῦ εἶναι τὸν ἀριθμούμενον χρόνον. οὗτος οὖν ἐστὶν ὁ αὐτὸς μὲν ἄκινητος μένων, καθ’ ἑαυτὸν δὲ ἀνελίττων τὸν ἀριθμούμενον. ὅλως δὲ εἰ κινητὸς ἐστὶν ὁ ἐμφανὴς χρόνος, πᾶν δὲ τὸ κινητὸν ἄλλο τι ὡν κινητὸν ἐστιν (οὐ γὰρ ἡ κίνησις κινητόν, ἀλλὰ τὸ κινούμενον), εἶναι δεῖ καθ’ ἑαυτὸν ***τὸν χρόνον, ἵν’ ᾖ κινητός. κατ’ ἐκεῖνο <μὲν> οὖν ἐστὶν ὡς ἀληθῶς καὶ ἐν ἑαυτῷ, καθὸ δὲ ἐν τοῖς μετέχουσιν ἐστι, κινητὸς ἐστὶ καὶ μετ’ ἐκείνων, ἐξαπλῶν ἑαυτὸν εἰς ἐκεῖνα. ἐστὶν οὖν αἰώνιος μὲν καὶ μονὰς καὶ