Ancient Greek
3.43.1 to 3.43.30
Proclus Phil., In Platonis Timaeum Commentaria 3.43.1-2-30
Unproofread scanNot analysed yet
κέντρον κατ’ οὐσίαν ὁ χρόνος καὶ κατὰ τὴν ἐν αὐτῷ μει- νασαν ἐνέργειαν, συνεχὴς δὲ ἅμα καὶ ἀριθμὸς καὶ κύκλος κατὰ τὸ προϊὸν καὶ τὸ μετεχόμενον. νοῦς ἄρα τις οὗτός ἐστι προϊών, ἰδρυμένος μὲν ἐν αἰῶνι καὶ διὰ τοῦτο αἰώνιος καὶ αὐτὸς εἶναι λεγόμενος, ἐπεὶ μηδὲ ἄλλως εἰς τελειοτέραν ἀφομοίωσιν τῶν παραδειγμάτων τοῖς ἐγκοσμίοις συνετέλεσεν, εἰ μὴ πρότερον αὐτὸς ἐκείνων ἐξήτητο, προϊὼν δὲ καὶ πολὺς δέων ἐπὶ τὰ ὑπ’ αὐτοῦ φρουρούμενα πράγματα. οὕθεν, οἶμαι, καὶ οἱ τῶν θεουργῶν ἀκρότατοι θεὸν καὶ τοῦτον ὕμνησαν, ὡς Ἰουλιανὸς ἐν ἑβδόμῳ Τῶν Ζωνῶν, καὶ τοῖς ὀνόμασι τούτοις ἐδέμυνναν, δι’ ὧν ἐκφαίνεται ἐν τοῖς μετέχουσι τὰ μὲν πρεσβύτερα ποιῶν, τὰ δὲ νεώτερα, καὶ πάντα κύκλῳ περιάγων· καὶ γὰρ γελοῖον αἰῶνος ὄντα εἰκόνα τοῦτο δή εἶναι τὸ ἐν τοῖς ἀριθμουμένοις μόνον ὑφεστὸς χρονικὸν εἴδωλον· πῶς γὰρ εἰκὼν θεοῦ τοιούτου τοῦ αἰῶνος τὸ τοιοῦτον ἐν ὑποκειμένῳ ὄν, μᾶλλον δὲ ἐν τῷ ἐν ὑπο- κειμένῳ ὄντι φανταζόμενον καὶ συμβεβηκὸς ὄν αὐτὸ συμ- βεβηκóτος; εἰ δὲ καὶ νοῦς μὲν αἰῶνος δεύτερος, ψυχὴ δὲ νοῦ μίμημα, πῶς οὐχὶ ὁ χρόνος αἰῶνος ὡν εἰκὼν χρεῖττόν τι καὶ αὐτῆς <ἄν> εἴη τῆς ψυχῆς καὶ οὐσιωδέστερον; ὡς γὰρ νοῦς πρὸς ψυχήν, οὕτως αἰὼν ἔσται πρὸς χρόνον, καὶ ἐναλλάξ· ὥστε χρόνος πρὸ ψυχῆς, ὡς πρὸ νοῦ αἰὼν, καὶ μετέχοιτο μὲν <ἄν> ὑπ’ αὐτῆς, οὐ μετέχοι δ’ ἄν αὐτῆς, ὡς οὐδὲ τοῦ νοῦ ὁ αἰὼν, ἀλλ’ ἔμπалиν. νοερὰν ἄρα τινὰ φύ- σιν ἔχων κατ’ ἀριθμὸν περιάγει τὰ μετέχοντα αὐτοῦ, τὰ τε ἄλλα καὶ τὰς ψυχάς· καὶ γὰρ ὁ μὲν χρόνος αἰώνιος ἐστιν οὐ τῇ οὐσίᾳ μόνον, ἀλλὰ καὶ τῇ ἐνεργείᾳ τῇ ἔνδον ἀεὶ ὁ αὐτὸς ὤν, καθ’ ἣν δὲ μετέχεται μόνην ὑπὸ τῶν ἔξω κινη- τὸς ἐστι συνεκτείνων ἐκείνοις τὴν ἑαυτοῦ δόσιν καὶ ἐφαρ- μόζων. ψυχὴ δὲ πᾶσα καὶ κατὰ τὰς ἔνδον ἐνεργείας μετα- βατικῶς κινεῖται καὶ κατὰ τὰς ἔκτος, δι’ ὧν τὰ σώματα