Ancient Greek
3.42.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.42.3
Unproofread scanNot analysed yet
E οὐκοῦν ἐκεῖνος ὁ ποιήσας πέντε τοὺς δακτύλους, ἀλλ’ ὁ γενομένους ἀριθμῶν ὑπὸ τῆς φύσεως τοσούτους. ἡμεῖς δὲ ζητοῦμεν τὸ αἴτιον τοῦ εἶναι τὸν ἀριθμουμένον χρόνον. οὗτος οὖν ἐστὶν ὁ αὐτὸς μὲν ἀκίνητος μένων, καθ’ ἑαυτὸν δὲ ἀνελίττων τὸν ἀριθμουμένον. δῆλος δὲ εἰ κινητὸς ἐστὶν ὁ ἐμφανὴς χρόνος, πᾶν δὲ τὸ κινητὸν ἄλλο τι ὂν κινητὸν ἐστὶν (οὐ γὰρ ἡ κίνησις κινητόν, ἀλλὰ τὸ κινούμενον), εἶναι δεῖ καθ’ ἑαυτὸν ***τὸν χρόνον, ἢν ἢ κινητός. κατ’ ἐκεῖνο οὖν ἐστὶν ὡς ἀληθῶς καὶ ἐν ἑαυτῷ, καθὸ δὲ ἐν τοῖς μετέχουσιν ἐστι, κινητὸς ἐστὶ καὶ μετ’ ἐκείνων, ἐξαπλῶν ἑαυτὸν εἰς ἐκεῖνα. ἐστὶν οὖν αἰώνιος μὲν καὶ μονὰς καὶ