Ancient Greek
3.43.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.43.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] κέντρον κατ’ οὐσίαν ὁ χρόνος καὶ κατὰ τὴν ἐν αὐτῷ μενασδν ἐνέργειαν, συνεχὴς δὲ ἅμα καὶ ἀριθμὸς καὶ κύκλος κατὰ τὸ προιοῦν καὶ τὸ μετεχόμενον. νοῦς ἄρα τις οὗτός ἐστι προιοῦν, ἱδρυμένος μὲν ἐν αἰῶνι καὶ διὰ τοῦτο αἰώνιος καὶ αὐτὸς εἶναι λεγόμενος, ἐπεὶ μηδὲ ἄλλως εἰς τελειοτέραν ἀφομοίωσιν τῶν παραδειγμάτων τοῖς ἐγκοσμίοis συνετέλεσεν, εἰ μὴ πρότερον αὐτὸς ἐκείνων ἐξήρτητο, προιοῦν δὲ καὶ πολὺς ὁρῶν ἐπὶ τὰ ὑπ’ αὐτοῦ φρουρούμενα πράγματα. οὐθεν, οἶμαι, καὶ οἱ τῶν θεουργῶν ἀκρότατοι θεὸν καὶ τοῦτον ὑμνήσαν, ὡς Ἰουλιανὸς ἐν ἐβδόμῳ Τῶν Ζωῶν, καὶ τοῖς ὀνόμασι τούτοις ἐσέμυναν, δι’ ὧν ἐκφαίνεται ἐν τοῖς μετέχουσι τὰ μὲν πρεσβύτερα ποιοῦν, τὰ δὲ νεώτερα, καὶ πάντα κύκλῳ περιάγων· καὶ γὰρ γελιοῦν αἰῶνος ὄντα εἰκόνα τοῦτο δή ἐστιν τὸ ἐν τοῖς ἀριθμουμένοις μόνον ὑφεστὸς χρονικὸν εἴδωλον· πῶς γὰρ εἰκὼν θεοῦ τοσοῦτον τοῦ αἰῶνος τὸ τοιοῦτον ἐν ὑποκειμένῳ ὄν, μᾶλλον δὲ ἐν τῷ ἐν ὑποκειμένῳ ὄντι φανταζόμενον καὶ συμβεβηκὸς ὅν αὐτὸ συμβεβηκός; εἰ δὲ καὶ νοῦς μὲν αἰῶνος δεύτερος, ψυχὴ δὲ νοῦ μίμημα, πῶς οὐχὶ ὁ χρόνος αἰῶνος ὡν εἰκὼν κρείττόν τι καὶ αὐτῆς εἴη τῆς ψυχῆς καὶ οὐσιωδέστερον; ὡς γὰρ νοῦς πρὸς ψυχὴν, οὕτως αἰὼν ἔσται πρὸς χρόνον, καὶ ἐναλλάξ· ὥστε χρόνος πρὸ ψυχῆς, ὡς πρὸ νοῦ αἰὼν, καὶ μετέχοιτο μὲν ὑπ’ αὐτῆς, οὐ μετέχει δ’ ἂν αὐτῆς, ὡς οὐδὲ τοῦ νοῦ ὁ αἰὼν, ἀλλ’ ἐμπαλιν. νοεράν ἄρα τινὰ φύσιν ἔχων κατ’ ἀριθμὸν περιάγει τὰ μετέχοντα αὐτοῦ, τὰ τε ἄλλα καὶ τὰς ψυχάς· καὶ γὰρ ὁ μὲν χρόνος αἰώνιος ἐστιν οὐ τῇ οὐσίᾳ μόνον, ἀλλὰ καὶ τῇ ἐνεργείᾳ τῇ ἐνδον ἀεὶ ὁ αὐτὸς ὤν, καθ’ ἣν δὲ μετέχεται μόνην ὑπὸ τῶν ἐξω κινητός ἐστι συνεκτεινῶν ἐκεῖνοις τὴν ἑαυτοῦ δόσιν καὶ ἐφαρμόζων. ψυχὴ δὲ πᾶσα καὶ κατὰ τὰς ἐνδον ἐνεργείας μεταβατικῶς κινεῖται καὶ κατὰ τὰς ἐκτός, δι’ ὧν τὰ σώματα κινεῖ. καὶ μοι δοκοῦσιν τὴν φύσιν αὐτοῦ ταύτην κατα-