Ancient Greek
3.46.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.46.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] σεων πασῶν ὁρίσθαι πολὺ πρότερον τῶν ὑπ’ αὐτοῦ μετρου-μένων ὀφείλει· οὐ γὰρ ἡ ἀμετρία μετρεῖ τὰ ὄντα, ἀλλὰ τὸ πρῶτον μέτρον, ὥσπερ οὐδ’ ἡ ἀπειρία περατοῖ, ἀλλὰ τὸ πρῶτιστον πέρας. κινεῖται δὲ ὁ χρόνος οὔτε κατὰ τὴν ψυ-χὴν οὔτε κατὰ τὴν φύσιν οὔτε κατὰ τὸ σωματοειδὲς καὶ φαινόμενον· μερισται γὰρ ἂν οὕτως αὐτοῦ καὶ οὐ περι-ληπτικαὶ τῶν ὅλων αἱ κινήσεις ἐπιτελοῖντο, ἐπὶ δὲ ἀνωμαλίας ἂν μετέχοιεν ἢ πλείονος ἢ ἐλάττονος καὶ χρόνου δέοιντ’ ἂν καὶ αὐταί· πᾶσαι γὰρ αὐταὶ ἐν χρόνῳ καὶ οὐκ ἐν προόδῳ F θεωροῦνται, ὡς αἱ μετρητικαὶ τῶν ὅλων, ἀλλ’ ἐν ποίῳτῃ ζωῆς ἢ φορᾶς ἢ πάθους. ἡ δὲ τοῦ χρόνου κίνησις καθαρά καὶ ἀδιάφορός ἐστι καὶ πρόοδος ἀνεπίτατος καὶ ἀχάλαστος καὶ εὐτακτος καὶ ἴση καὶ ὁμοία καὶ ἡ αὐτή· καὶ γὰρ τῶν ὁμαλῶν καὶ τῶν ἀνωμάλων ἐξήρηται καὶ ὁμοίως ἀμφοτέρας πάρεστιν, οὐκ ἀλλοιουμένη διὰ τὰς κινήσεις αὐτὰς ἀλλοιουμένας, ἀλλὰ μένουσα ἡ αὐτὴ χωρὶς ἀνωμαλίας πάσης, ἐγερ-τικὴ τῶν κατὰ φύσιν ὅλων κινήσεων καὶ ἀποκαταστατικὴ καὶ μετρητικὴ, ἀμιγῶς μὲν ἔχουσα πρὸς τὰ μετρούμενα παρ’ 248 αὐτῆς κατὰ τὸ τῆς νοερᾶς ἐνεργείας ἴδιωμα, προιοῦσα δὲ μεταβατικῶς καὶ αὐτοκινήτως, καὶ ταύτῃ τῷ ψυχικῷ διακόσμῳ προσήκουσα, ἐνυπάρχουσα δὲ τοῖς ὑπ’ αὐτῆς ἀφοριζο-μένοις καὶ τελειουμένοις κατὰ πρωτοὐργὸν αἰτίαν τῆς φύ-σεως, ἐνὶ δὲ οὐδενὶ τῶν ὄντων κατὰ πάντα προσοικεῖν· καὶ γὰρ πῶς ἔδει τὸ τῶν ὅλων μέτρον ἐοικέναι μὲν τοῖς πᾶσι καὶ συγγενῶς ἔχειν πρὸς πάντα, μηδενὶ δ’ εἶναι τῶν μετρουμένων ταυτό. πρόδεισιν οὖν ἡ τοῦ χρόνου κίνησις ἀνελίπτουσα καὶ διαιροῦσα καὶ μεριστῶς ἐκφαίνουσα τὴν ἀμερῆ καὶ μεῖνασαν δύναμιν, καθάπερ τις ἀριθμὸς πάντα τὰ εἴδη τῆς μονάδος διηρημένως ὑποδεχόμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων καὶ ἀνακυκλούμενος· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ χρόνου κίνησις κατὰ τὰ ἐν τῇ χρονικῇ μονάδι μέτρα προελθοῦσα πέρας ἀρχῇ συνάπτει, καὶ τοῦτο ἀπειράκις, τάξιν