Ancient Greek
3.47.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.47.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] μὲν ἔχουσα καὶ αὐτὴ θείαν, οὐ μέντοι τὴν ταττομένην, ὡς φησι καὶ ὁ φιλόσοφος Ἰάμβλιχος, ἀλλὰ τὴν τάττουσαν, οὔδὲ τὴν ἐπομένην τοῖς προηγουμενοις, ἀλλὰ τὴν ἀρχηγὸν τῶν ἀποτελουμένων. μετρεῖται δὲ ὅμως καὶ αὐτὴ ἐξ οὐδενὸς μὲν διαστατοῦ (καὶ γὰρ γελoiὸν ἐκ τῶν ὑστέρων μετρεῖσθαι λέγειν τὰ πρεσβυτέρων ἔχοντα τὴν φύσιν καὶ τὴν ἀξίαν), ἐκ μόνης δὲ τῆς χρονικῆς μονάδος, ἣν ἀνελίττειν ἡ πρόοδος εἴρηται, καὶ πολὺ πρότερον ἐκ τε τοῦ δημιουργοῦ καὶ ἐξ αὐτοῦ τοῦ αἰῶνος, οὗ δὴ λέγεται καὶ εἰκῶν, πρὸς ὃν καὶ κινητὸς ἀπετελέσθη. πρὸς γοῦν αὐτὸν τὸν αἰῶνα λέγεται κινητὸς τὸν πᾶντα ἀκίνητον, ὥσπερ ἂν εἴ τις καὶ τὴν ψυχὴν μεριστὴν περὶ τοῖς σώμασιν ἔλεγεν ὡς πρὸς τὸν νοῦν, οὐχ ὅτι τοῦτο μόνον ἐστίν, ἀλλ’ ὅτι πρὸς νοῦν μὲν παραβαλλομένη τοιοῦτο δοξείεν ἂν εἶναι, πρὸς δὲ τὴν μεριστὴν οὐσίαν ἀμέριστος. οὕτω καὶ ὁ χρόνος καίπερ αἰώνιος ὢν κατὰ φύσιν ὅμως εἴρηται κινητὸς ὡς πρὸς αὐτὸν τὸν αἰῶνα, διὰ δὲ τὴν τάξιν αὐτοῦ καὶ τὴν ἐν τῇ προόδῳ συνέχειαν τὸ τε πρότερον καὶ ὕστερον παρ’ αὐτῷ πολλοῦ δεῖ τοιοῦτον εἶναι, οἷον αὐτὸ τινες ὑπειλήφασι· οὔτε γὰρ κατὰ κινήσεων μεταβάσεις μόνον, ὥσπερ ἐπὶ τῶν κατ’ οὐρανόν, οὔτε κατὰ ῥῶν ἀνελίξεις, ὥσπερ ἐπὶ τῆς ψυχῆς, οὔτε κατὰ σωματικῶν γενέσεων διεξόδους, ὥσπερ ἐπὶ τῆς φύσεως, οὔτε κατ’ ἄλλο τοιοῦτον οὐδὲν αὐτὸ θεωρητέον ἀφωρισμένως (τῶν γὰρ μετ’ αὐτὸν τάξεων ἴδια ταῦτα καθέστηκεν), ἀλλὰ κατ’ αἰτίων προήγησιν καὶ συμπλοχὴν τῷ συνεχεῖ τῶν ἀπογεννησέων καὶ πρωτουργὸν ἐνέργειαν καὶ δύναμιν ἐνεργητικὴν τῶν ποικίλων καὶ παντοδαπῶν κινήσεων. ἔστιν οὖν κινητὸς οὐ καθ’ αὐτόν, ἀλλὰ κατὰ τὴν ἀπ’ αὐτοῦ μέθεξιν τὴν ἐν ταῖς κινήσει φανταζομένην καὶ μετροῦσαν καὶ ὁρίζουσαν τὰς κινήσεις, ὥσπερ εἴ τις λέγοι καὶ τὴν ψυχὴν μεριστὴν περὶ τοῖς σώμασι καθ’ ὅσον ἐστὶν αὐτῆς μέθεξις τις περὶ τὰ σώματα μεριστή, ἥς αὐτὴ περιέχει τὴν αἰτίαν· οὕτω γὰρ καὶ ὁ χρόνος κινητός, ὡς ἔχων τὴν αἰτίαν τῆς ἐνεργείας