Ancient Greek
3.56.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.56.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37DE] μόνον καὶ ἀριθμὸς ὧν τῆς κινήσεως, εἴπερ ὀργάνων ἔχουσι πρὸς αὐτὸν τάξιν οἱ κοσμοποιοί, ἀλλὰ θεὸς ἀφανὴς καὶ κατ’ οὐσίαν αἰώνιος ἐνεργῶν περὶ πάσας τὰς κινήσεις καὶ τὴν ὅλην τοῦ κόσμου περίοδον, ὀργάνοις δὲ χρώμενος ὡς μερικωτέροις μέτροις ἑαυτοῦ τούτοις τοῖς θεοῖς. τὸ δὲ 5 γε ‘πρὸς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνον γεγενήσθαι τὰ ἄστρα’ σαφῶς ἐρμηνεύει τὸν ἕνα χρόνον ὑπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἑαυτοῦ προεληθόnta βουλῆσεως μέ- B νοντα ἕνα καὶ ὅλον καὶ ἀδιάφορον ὑπὸ τῆς τούτων κινήσεως πολὺν κατ’ ἀριθμὸν γίγνεσθαι καὶ οἶονεὶ τέμνεσθαι καὶ 10 διορίζεσθαι, ἕκαστον τὸ πρόσφορον ἑαυτῷ μέτρον ἀπὸ τοῦ χρόνου τοῦ σύμπαντος οἷον ἀποτεμνομένου καὶ τοῦτο φρουροῦντος ἀεὶ διὰ τῆς ὁμαλῆς καὶ τεταγμένης κινήσεως. καίτοι κατὰ γε τὸ ἀληθὲς φρουροῦνται μᾶλλον ὑπὸ τῶν ἀριθμῶν τοῦ χρόνου καὶ διορισμοῦ μεταλαγχάνουσιν οἱ κατ’ 15 οὐρανὸν θεοὶ τῶν περιόδων, ἃς ποιοῦνται, καὶ τῶν ἀποκαταστάσεων. ἀλλ’ ὅμως, ἐπείπερ ἡμεῖς ἐκ τῶν ἐμφανῶν τὰ ἀφανέστερα συλλογιζέσθαι μεμελητήκαμεν, ἡμῖν οἱ ἀριθμοὶ τοῦ χρόνου φρουροῦνται διὰ τῆς ἐγκυκλίου φοράς. τούτοις δὲ οὐ μόνον, ὅ καὶ πρότερον εἴπομεν [p. 20, 22ss], 20 Πλάτων, ἀλλὰ καὶ οἱ θεουργοὶ συνήδουσι, θεὸν ἐγκόσμιον τὸν χρόνον ὑμνοῦντες, αἰώνιον, ἀπέραντον, νέον καὶ πρεσβύτην, ἑλικοειδῆ, πρὸς τούτοις ὡς ἔχοντα τὴν οὐσίαν ἐν αἰῶνι καὶ μένοντα ἀεὶ τὸν αὐτὸν καὶ ὡς ἀπειροδύναμον. ἢ πῶς προσείληφε τοῦ ἐμφανοῦς χρόνου τὴν ἀπειρίαν τὰ κατὰ 25 κύκλον ἐπανάγοντα πάντα εἰς ταὐτὸν καὶ ἀνανεάζοντα καὶ καταγρησκόποντα, δι’ αὐτὸν ἀνακαλούμενα εἰς τὸ οἰκεῖον μέ- C τρον, ὡς ὁμοῦ περιεκτικὸν τῶν κύκλῳ κινουμένων καὶ κατ’ εὐθείαν; τοιαύτη γὰρ ἡ ἑλὶξ, καὶ διὰ τοῦτο καὶ ὁ χρόνος ὑμνεῖται παρ’ ἐκείνων ἑλικοειδής, ὡς εἴρηταί μοι καὶ πρό- 30 τερον [p. 21, 2]. ἐπεὶ καὶ οὐ τὸν χρόνον μόνον ὡς θεὸν ὑμνήκασιν, ἀλλὰ καὶ ἡμέραν αὐτὴν καὶ νύκτα καὶ μῆνα