Ancient Greek
3.57.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.57.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37DE 38A] 41 [Θεὸν] καὶ ἐνιαυτὸν· καὶ εἰκότως· τῶν γὰρ ἀιδίως ἀνακυκλου-μένων εἶναι δεῖ πάντως ἀκίνητον αἰτίαν καὶ τῶν κατ’ εἶδος διαφερόντων ἄλληλν καὶ ἄλληλν. καὶ τούτων δ’ οὐν ἐντυχίας καὶ κλήσεις καὶ θεσμοὺς τελεστικοὺς ἐκεῖνοι παρέδοσαν. καὶ δὲ μὴ ἐπὶ δακτύλων πάντα ταῦτα μόνον σκοπεῖν, ἀλλὰ καὶ ὡς θεῖα σέβειν τὰ ἀφανῆ καὶ ἀκίνητα πρὸ τῶν κινου-μένων τούτων καὶ πᾶσι φανερῶν, οἷς καὶ αὐτὸν εἴπομεν [p. 36, 22 ss] ἐν Νόμοις [X 899B] τὸν Πλάτωνα μαρ-τυρεῖν ὡς περὶ Θεὸν τούτων διαλεγόμενον. ἐπεὶ καὶ παρ’ Ἕλλησι μηνὸς ἱερὰ παρελήφαμεν καὶ παρὰ Φρυξὶ μήνα Σαβάζιον ὑμνούμενον [καὶ] ἐν μέσαις ταῖς τοῦ Σαβαζίου τελεταῖς· ὃν γὰρ πρῶτον ἐθεάσαντο περιφοράς· ἀιδίου μετρη-τικόν, Θεὸν ὑπέλαβον εἶναι καὶ διὰ τελετῶν καὶ πάσης ἱερᾶς θρησκείας ἐτίμησαν, ὡς καὶ τὰς Ὦρας· καὶ γὰρ ταύ-τας κατιδεῖν ἡδυνήθησαν ἀπὸ τῶν κατ’ αὐτὰς γιγνομένων. Δ εἰ καὶ ἐνιαυτὸν οὐκέθ’ ὁμοίως· οἱ μὲν γὰρ θεόσοφοι καὶ τούτον ἡμῖν ἐξυμνήσαν, οὐ πᾶσι δὲ γνῶναι καὶ σεφθῆναι ῥᾴδιον ἦν διὰ τὴν περίοδον τῆς ὑπ’ αὐτοῦ μετρουμένης δυσκατανόητον, ὥσπερ καὶ τὸν ὅλον χρόνον διὰ τὴν ἀγνοίαν τῆς μιᾶς περιόδου πάντων θηρᾶσαι καὶ ὄντα καὶ Θεὸν ὄντα παγχάλεπον. καίτοι γε εἰ τῆς ἀιδίου κινήσεως προηγείται τὸ ἀκίνητον αἴτιον, καὶ αὐ τῆς ἀιδιότητος ἀνάγκη προϋπάρ-χειν τὸ πᾶσαν ἡνωμένως ἀφορίζειν καὶ ἀριθμοῦν αὐτὴν οὔ-σαν ἀριθμουμένην.