Ancient Greek
3.58.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.58.1-2
Unproofread scanNot analysed yet
ἀπεφαίνετο γεγονέναι. ἔπειτα δὲ προσεκτέον, ὅπως ὁρῶν τοὺς ἀνθρώπους οὐδὲν ὑγιὲς περὶ τούτων φρονοῦντας καὶ λέγοντας αὐτὸς ἐπὶ τὰς ἀληθινὰς ἀνατρέχει τῶν πραγμάτων ἐννοίας, διακαθαίρων ἄμα καὶ τὴν χρῆσιν τῶν ὀνομάτων, δι’ ὧν ἀνάγκη τὸν διδάσκαλον τὰς ἀναμνήσεις ἐν ταῖς τῶν ἐὐ πεφυκότων διανοίαις ἐργάζεσθαι. δοκεῖ μὲν οὖν δι’ ἐπείκειαν ἦθους ὁ λόγος οὐ βαρέα τοῖς λόγοις τῶν ἀνθρώπων ἐπιφέρειν ἐγκλήματα· τὸ γὰρ μὴ ὀρθῶς λέγειν, ἄλλως τε καὶ κοινὸν ἢ τοῦ τε ἐλέγχοντος καὶ τῶν ἐλεγχομένων, οὐ μέγα φέρειν εἴωθεν ὀνειδος. δύναμιν δὲ ὁ λόγος ἔχει δριμεῖαν καὶ πληκτικήν· εἰ γὰρ ἂ ὁ δημιουργὸς τοῖς τελευταίοις ἀπένειμε διὰ τὸ ἄδεκτον αὐτῶν τῆς σεμνοτέρας περιοχῆς, ταῦτα οὗτοι τοῖς ἐν αἰῶνι μένουσι προσάπτειν ἐπιχειροῦσι, γιγαντικὸν τινα πόλεμον μεταχειρίζονται τῇ βουλήσει καὶ τῇ δυνάμει τῆς δημιουργίας ἀντιφθεγγόμενοι, πέτρας ἄτεχνῶς καὶ δρῦς εἰς οὐρανὸν ἀναπέμπειν ἐπειγόμενοι. διὰ τί οὖν τὸ ἦν καὶ τὸ ἔσται οὐχ ἁρμόζει τοῖς νοητοῖς; ὅτι τὸ μέτρον αὐτῶν αὐτὸ τέ ἐστιν ἀστεμφὲς καὶ ἀκίνητον καὶ τὰ μετρούμενα ὑφ’ ἑαυτοῦ πάσης ἐξῆρῆσθαι ποιεῖ μεταβολῆς.