Ancient Greek
3.58.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.58.2
Unproofread scanNot analysed yet
διὰ τί δὲ τὸ ἔστι κατὰ τὸν ἀληθῆ λόγον αὐτοῖς προσήκει μόνον; ὅτι ἂ ἐστιν ἐστιν ἀεί, οὐδὲν οὔτε ἀφίεντα οὔτε προσλαμβάνοντα οὔτε κατ’ οὐσίαν οὔτε κατὰ ζωὴν οὔτε κατὰ τὴν νόησιν οὔτε πολλῷ πλέον κατ’ αὐτὴν τὴν ἕνωσιν. ἆρ’ οὖν τῶν τριῶν τούτων, τοῦ ἦν ἔστι τε καὶ ἔσται, τὰ μὲν ἄκρα οὐ προσήκει λέγειν ἐπὶ τῶν νοητῶν, μόνον δὲ τὸ μέσον, ἢ οὐδαμῶς; οὐδὲ γὰρ τὸ ἔστι τὸ συνταττόμενον τῷ τε ἦν καὶ τῷ ἔσται προσήκει †τι τοῖς νοητοῖς, ἀλλ’ ὁ πάντων μὲν τούτων ἐξῆρῆται, χρόνου δὲ οὐδεμίαν ἔμφασιν ἔχει, κατ’ αὐτὸ δὲ τὸ αἰώνιον ὥρισται μέτρον, ἀπονενεμητέον ἐστὶ τοῖς θεοῖς καὶ τοῖς νοητοῖς· ὥσπερ γὰρ τὸ ἀεί τὸ μὲν ἦν αἰώνιον, τὸ δὲ χρονικόν, οὕτω καὶ τὸ ἔστι διπλοῦν ἐστι καὶ τὸ μὲν τοῖς ὄντως οὖσιν ἁρμόζει, τὸ δὲ τοῖς ἐγκοσμίοις πράγμασιν. ὅταν οὖν λέγῃ τῇ δὲ τὸ ἔστι μόνον κατὰ