Ancient Greek
3.60.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.60.1-2
Unproofread scanNot analysed yet
ἀπὸ τοῦ αὐτοῦ περιόδου, ἣν ὁ χρόνος ἀφορίζει πᾶσι τοῖς κινουμένοις. οἱ δὲ πολλοὶ πολλαχοῦ μὲν συγχέουσι τὴν τῶν πραγμάτων διάφορον σύστασιν, μὴ διορίζοντες τὰ προσ-ήκοντα πῃ τοῖς οὖσι καὶ τοῖς γιγνομένοις, διαφερόντως δὲ ἡ περὶ τὸν αἰῶνα καὶ τὸν χρόνον ἄγνοια τὴν δεινὴν ταύ-την σύγχυσιν καὶ παρανομίαν ἀπεργάζεται. ὁρᾷ δὲ τι καὶ ἡ τῶν πραγμάτων ὁμοιότης· οὐ γὰρ ἀπήρτηται τῶν πρωτί-στων τὰ τελευταῖα, ἐξήρτηται δὲ αὐτῶν καὶ πρόεισι κατ’ ἐκεῖνα <τὰ μέσα> καὶ τὴν εἰκόνων ὑποδύεται μορφήν. δει-ναὶ δὲ τοὺς μὴ ἐπιστήμονας αἱ ὁμοιότητες παραλογίσασθαι καὶ ἀπαγαγεῖν ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα καὶ πείσαι ταῖς εἰκόσιν οἷα τοῖς παραδείγμασιν ὁμιλεῖν καὶ μηδὲν ἄλλο τὴν ἀρχηγέτιν οὐσίαν εἶναι νομίζειν ἢ ὅπερ ἐστὶν αὐτῆς τὸ φαινόμενον εἴδωλον. ὁρῶντες οὖν ἐνταῦθα μῖξιν τοῦ ὄντος πρὸς τὸ μὴ ὄν καὶ πῇ μὲν τοῦ ὄντος ἐπικράτειαν, ὅταν εἶναι τὸ πρᾶγμα λέγωμεν, πῇ δὲ τοῦ μὴ ὄντος, ὅταν τὸ ‘ἦν’ ἢ τὸ ‘ἔσται’ περὶ αὐτοῦ φθεγγώμεθα, μεταφέρομεν ταῦτα καὶ ἐπὶ τὴν αἰώνιον τῶν ὄντων διακόσμησιν, ὅπου μήτε παρα-τρέχει τι μήτε μέλλει μήθ’ ὅλως μεταβάλλει, ***μὴ χρόνον πρόοδος μηδὲ τοῦ ὄντος τοῦ κατὰ στέρησιν ἔμφασις, ἀλλ’ ἀληθῆς οὐσία καὶ τὸ ὄντως ὄν καὶ τὸ ἀεὶ ὡσαύτως καὶ ἐν τῷ νῦν τὸ πᾶν καὶ ἤδη καὶ ὁμοῦ τὰ τέλη, οὐχ ὡς ἕτερα ἐν ἑτέροις <οὐδ’> ὡς ταῦτά τοις ἐν ὑποκειμένοις ὄντα, ἐπεὶ μηδὲ τὸ εὖ τοῦ εἶναι διέστηκεν ἐν αὐτοῖς, οἷς καλλονὴ καὶ ἀγαθότης τὸ πᾶν ὡς εἰπεῖν τῆς ὑπάρξεως.