Ancient Greek
3.60.2 to 3.61.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.60.2-2-3.61.1
Unproofread scanNot analysed yet
Τὸ δὲ ἦν τό τε ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσῆκει γίγνεσθαι διὰ χρόνον οὐ-δὲ γενέσθαι ποτὲ οὔδὲ γεγονέναι νῦν, οὐδ’ εἰσαῦ- θις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη 38 A.