Ancient Greek
3.61.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.61.3
Unproofread scanNot analysed yet
Τρία ταῦτα προσήκει, φησί, διὰ χρόνου τῇ γενέσει, ἐν μὲν τὸ ἦν καὶ τὸ ἔσται', δεύτερον δὲ τὸ νεώτερον γίγνεσθαι καὶ πρεσβύτερον', τρίτον τὸ γίγνεσθαι ποτὲ ἢ νῦν γεγονέναι ἢ εἰσαῦθις ξεσεσθαι'. ὧν τὸ μὲν πρῶτον φησιν ὁ θεῖος Ἰάμβλιχος ὁρᾶν τὸν χρόνον εἰς τὴν γένεσιν ὡς ἀπὸ τοῦ ὄντος προελθόντα, τὸ δὲ δεύτερον ὡς ἀπὸ ζωῆς ὁρμώμενον, τὸ δὲ τρίτον ὡς τῆς νοερᾶς τάξεως ἐξηρητημένον. τούτων δὲ λίαν ἐμφρόνως εἰρημένων πρῶτον ἐπίστησον αὐτός, εἰ ὡς τρία χρή θεωρεῖν αὐτὰ μᾶλλον, ἀλλὰ μὴ ὡς δύο τῷ 'γενέσθαι ποτὲ' προσυπακοῦοντας τὸ 'πρεσβύτερον ἢ νεώτερον' καὶ τῷ 'γεγονέναι νῦν' καὶ τῷ 'εἰσαῦθις ξεσεσθαι', ἵνα μὴ μόνον κατὰ τὸ γίγνεσθαι, ἀλλὰ καὶ κατὰ πάντα μόρια τοῦ χρόνου καὶ τῆς γενέσεως πλημελὲς ἢ προσάπτεται τι τοιούτω τοῖς θεοῖς. ἔπειτα δὲ εἰς τὴν ἀρχὴν ἀναδραμὼν τοῦ λόγου παντὸς ἐπίστησον, εἰ μόνα τὰ δύο λέγομεν ἂν ὀρθῶς ἐπὶ τῆς γενέσεως (λέγω δὲ τὸ 'ἦν' καὶ τὸ 'ἔσται') ἢ καὶ τὸ ὡσανεὶ μέσον αὐτοῖν τὸ 'ἔστιν', ὅπερ οὐκ ἀνόμασται νῦν, ἐπείπερ προσήκον τὸ αἰώνιον ἐστι τοῖς νοητοῖς, ἵνα μὴ πάλιν ἡ ὁμωνυμία ταραχὴν ἐμποιήσῃ τῷ λόγῳ. καὶ μὴν πρόδηλόν ἐστι πᾶσιν, ὡς ἑκάστη μὲν εἰκὼν μετέχει πη τοῦ παραδείγματος, διαφερόντως δὲ ὁ σύμπας κόσμος τοῦ νοητοῦ· ὥστε εἰ ἐκεῖ τὸ ὄντως ὄν, εἴη ἂν ἀμηνέτη κἀνταῦθα τὸ ὄν. οὐ συνηρίθμηται δὲ τῷ 'ἦν καὶ ἔσται' τὸ 'ἔστι', διότι τε μὴ τὸ κυρίως ἐστὶν ἐνταῦθα καὶ διότι καὶ τὸ δευτέρως ἀπὸ τοῦ νοητοῦ, ὥστ' ἐκεῖνω μᾶλλον ἂν προσήκοι, καὶ ὅτι τὰ ἴδια ἑκατέρων τῶν φύσεων προὔκειτο λέγειν, οὐκ εἷ τινος ἢ ἑτέρα παρὰ τῆς ἑτέρας μετεῖληφε. καίτοι καὶ τὸ 'ἦν' καὶ τὸ 'ἔσται', καὶ εἰ τῷ μὴ ὄντι μᾶλλον χαρακτηριζεται τὸ μὲν τῷ μηκέτι, τὸ δὲ τῷ μηδέπω, ἀλλ' οὖν μετέχει 253