Ancient Greek
3.61.4 to 3.62.33
Proclus Phil., In Platonis Timaeum Commentaria 3.61.4-3.62.33
Unproofread scanNot analysed yet
1 τὸ παράπαν —2 φερομένοις om D 3 αἰῶνας complures γε πάντως ἀμηγέπη τοῦ ὄντος, ἢ οὐδ’ ἂν κατὰ παρέγκλισιν ἐνεστὸς διὰ χρόνου ἐπὶ τὸ ‘ἦν’ ἐκπέμπεται, οὐδὲ τότε ἐπὶ τὸ μηδαμῇ μηδαμῶς ὄν ὑποφερόμενον, ἀλλ’ ἀμηγέπη διὰ τὸν χρόνον τοῖς οὖσι συνταττόμενον. πῶς οὖν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ εἴδη χρόνου καὶ ἐπὶ γεννητῶν πρέπει λέγεσθαι; ἢ ἄλλα ἦν τὰ εἴδη τοῦ χρόνου (ἀπλούστερα γὰρ καὶ πρόοδοι μόναι χρονικαὶ καὶ διαστάσεις τῶν ὅλων μετρητικαί), ἄλλα δὲ τὰ κατὰ τῶν ἐν χρόνῳ γιγνομένων ταττόμενα· οὐ γὰρ ταὐτὸν τὸ ‘ἦν χρόνος’ καὶ τὸ ‘ἦν ὁ πόλεμος’, ὥσπερ οὐδὲ τὸ κάτω ἐπὶ τε τοῦ τόπου καὶ τῆς γῆς, ἀλλὰ τὸ μὲν ἄπλοῦν καὶ ἕν, τὸ δὲ σύνθετον καὶ διπλοῦν, καὶ τὸ μὲν ἀπ’ αὐτοῦ κατωνομάζετο, ἀλλὰ διὰ τὴν ἐπικράτειαν τὴν ἐν περιέχον, τὸ δὲ περιεχόμενον. οὕτως οὖν καὶ ἐπὶ τοῦ ‘ἦν’ τὸ μὲν χρονικὸν περιέχει καὶ μετρεῖ καὶ ἔστιν ἄπλοῦν, τὸ δ’ ἐπὶ τῆς ἐν χρόνῳ γενέσεως παραλαμβανόμενον περιέχεται καὶ μετρεῖται, καὶ μετέσχε μὲν χρόνου, χρόνος δὲ οὐκ ἔστιν. ὅτι δὲ περιέχεται πᾶσα ἡ γένεσις ὑπὸ τοῦ χρόνου, καθάπερ αὐτὸς ὁ χρόνος ὑπὸ τῶν νοητῶν, δῆλον, ἐξ ὧν ὁ μὲν χρόνος ἕναι κατ’ ἀριθμὸν λέγεται, ὡς κατὰ τὰ νοερὰ εἴδη τὰ ἐν αὐτῷ καὶ μέτρα ποιούμενος τὴν πρόοδον, ἡ δὲ γένεσις ἐν χρόνῳ ἕναι, ὡς ἂν ὑπὸ χρόνου μετρουμένη καὶ κοσμουμένη καὶ τελειουμένη. πάλιν ὁ χρόνος διὰ τὴν πρὸς τὸν αὐτοῖς τοῦ μὴ ὄντος τῇ γενέσει μόνως ὀφείλεται, τοῖς δὲ αἰῶνα μίμησιν κυκλεῖσθαι λέγεται, ὡς καὶ ὁ οὐρανὸς διὰ τὴν πρὸς τὸν νοῦν μίμησιν ἐσφαιρώσθαι, καὶ εἴδη ἔχειν τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ καὶ ὅσα τούτοις ὁμόφυλα, δῆλον ὅτι τὰ ἄπλα καὶ τὰ ἀρχηγικὰ τῶν ἐν γενέσει φερομένων· τὰ 2 αὐτῶν fort. Q 10 ἐνεστὸς ζ 13 ἡ ll. 15 μετρικαὶ D 26 ὡς ?27 αὐτῷ ll. 33 ἀρχικὰ D