Ancient Greek
3.63.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.63.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 AB] γὰρ μέτρα πάσης ἔχον ἐν αὐτῷ τῆς γενέσεως εἰκόνας αὐτῶν καὶ τύπους τοῖς κατ’ αὐτὸν ἰοῦσιν ἐντίθησιν. ἡ μὲν οὖν γένεσις καὶ παρακμάζει καὶ δι’ αὐτὸ τοῦτο προσδεῖται τοῦ ἀνανεώσαντος αὐτὴν χρόνου καὶ ἀτελὴς ἐστι τὴν ἀρχὴν C καὶ χρήζει τοῦ τελειοτέραν αὐτὴν ποιήσοντος καὶ πρεσβυτέραν χρόνου. τὸ δὲ νοητὸν ἀεὶ τέλειον, ἀεὶ ἀκμαῖον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· οὐδὲν καὶ πρεσβυτέρόν ἐστι τι ἐκεῖ·