Ancient Greek
3.63.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.63.3
Unproofread scanNot analysed yet
ἀλλὰ [καὶ] Ζεὺς πρότερος γεγόνει [Hom. N 355]· καὶ νεώτερον· μετὰ σφισι πότνια Ἥβη νέκταρ ἐφονοχόει [Hom. A 2s]· ἀλλ’ οὐχὶ διὰ χρόνον τοῦτο αὐτοῖς παραγίνεται. καὶ τοῦτο λίαν ἀκριβῶς αὐτὸς προσέθηκεν, ὡς τὸ νοητὸν οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνον, οὐδ’ ὅλως γίγνεσθαι τὸ ἀγέννητον οὔδὲ γερονέναι οὔδὲ γενήσεσθαι. ἐνὶ δὲ λόγῳ γένεσις μὲν, εἰ καὶ μὴ οὐσία ἐστίν, ἀλλ’ οὖν οὐσίας μεταλαμβάνει, οὐσίαν δὲ γενέσεως θέμις οὐδαμῶς ἀναμιμπλάναι, οὐδὲν οὐδὲ τὰ γενέσει διὰ χρόνον προσήκοντα τοῖς ὄντως οὖσι προσφέρειν ὀρθόν.