Ancient Greek
3.67.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.67.1-2
Unproofread scanNot analysed yet
λουσαν περίοδον, καὶ ὅτι τῆς τῶν γενητῶν φύσεως ὧν ἔσχε τὸ ἐν τῇ γενέσει τέλειον κατὰ πᾶν τοῦ χρόνου μόριον, ὧν μὲν, ἐπειδή κἂν τῇ ἐνεστῶσῃ συμπάσῃ τοῦ χρόνου περι-φορᾷ μεταλαγχάνει τοῦ ὄντος, <γεγνώς δὲ ***>ἔσόμενος δέ, ἐπειδή οὐ λήξουσιν αἱ χορεῖαι ποτε τοῦ σύμπαντος χρό-νου καὶ περιτροπαὶ <αἱ> συνάπτουσαι τὸν κόσμον τοῖς νοη-τοῖς αἰτίοις καὶ ἀφομοιοῦσαι. εἰ δὴ δὴ τὸν πάντα χρόνον ἐστὶν ὁ οὐρανὸς καὶ ὧν καὶ γεγνώς καὶ ἔσόμενος, ἔστι δὲ ἔσόμενος τὸν ἔπειτα χρόνον ὡς ἄφθαρτος, καὶ τὸν ἔμ-προσθεν ἄρα πάντα γέγονεν ὡς ἀγέννητος· ὁμοίως γὰρ καθ’ ἕκαστον τῶ παντὶ χρόνῳ συνῶν ἢ οὐδὲ ἔσται ἔτι ἄπειρον ἢ καὶ γέγονεν ἐξ ἀπείρου. καὶ γελοῖοί τινές εἰσιν οἱ ποτὲ μὲν αὐτὸν γενέσθαι λέγοντες, ἔσεσθαι δὲ μηκέτι ποτέ, τοῦ Πλάτωνος ὁμοίως ἐπ’ ἄμφω τὸν ἅπαντα χρόνον αὐτῷ δόν-τος. καὶ ὁρᾷς, ὅτι τὰ τρία νῦν αὐτῷ νέμει καὶ οὐ παρα-τεῖται τὸ ὄν ἐπ’ αὐτοῦ. δῆλον οὖν, ὅτι, καὶ ἄνωτέρω τὸ ἔστι τῇ διαιωνίᾳ φύσει νέμων καὶ οὐχὶ τῇ γενέσει, τὸ ἐξηρη-μένον πάσης χρονικῆς παρατάσεως ἔστι, καὶ κατ’ αὐτὸ τὸ αἰώνιον νῦν ἰστάμενον ἀπεκλήρου τοῖς νοητοῖς, ἐπεὶ τὸ σύμφυλον τῷ ἦν καὶ τῷ ἔσται συγχωρεῖ καὶ τοῖς αἰσθητοῖς κατὰ μέθεξιν τοῦ ὄντως ὄντος παραγίγνεσθαι. πῶς οὖν, εἴπερ ἡ τοῦ χρόνου φύσις, ὡς φησι καὶ ὁ θεῖος Ἰάμβλι-χος κἀγὼ πείθομαι, μέση ἐστὶν αἰῶνος καὶ οὐρανοῦ καὶ τοῦ μὲν ἤγεται, τῷ δὲ ἀφομοιοῦται, χρόνος οὐρανοῦ χάριν ὑπέστη; τὸ γὰρ περιεκτικὸν καὶ τελειωτικὸν καὶ πλέον ἀφο-μοιοῦν τὴν εἰκόνα τῷ παραδείγματι πῶς τοῦ περιεχομένου καὶ ἀφομοιουμένου γέγονεν ἕνεκεν; οὕτω γὰρ ἂν τῶν τελῶν τὰ ἕνεκά του σεμνότερα ἂν εἴη καὶ τῶν ὑφειμένων χάριν τὰ κρεῖττω τὴν ἐπὶ τὰ ὄντα ποιοῖτο πρόοδον. ἔστι δὲ οὐδὲν τοιοῦτον ἐν τοῖς ὑπὸ Πλάτωνος διατεταγμένοις εὑρεῖν· οὔτε γὰρ ὁ χρόνος οὐρανοῦ μόνου γέγονε χάριν οὔτε ὁ οὐρανὸς τοῦ χρόνου μόνου χάριν ὑπέστη, ἀλλ’ ἕκαστος καὶ ἑαυτοῦ