Ancient Greek
3.68.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.68.1
Unproofread scanNot analysed yet
καὶ τοῦ ἑτέρου καὶ τοῦ συναμφοτέρου· ἵνα γὰρ ἡ πᾶσα δημιουργία τὸ τέλειον ἔχῃ, τοιοῦτος μὲν ὁ οὐρανός, τοιοῦτος δὲ ὁ χρόνος ἀπετελέσθη. συμβαίνει μέντοι καὶ ἑκάτερον τῷ ἑτέρῳ μεγάλα συναίρεσθαι πρὸς τὴν τοῦ οἰκείου παραδείγματος ἀφομοίωσιν· οὔτε γὰρ ὁ χρόνος ἐμιμήσατο ἂν τὸν 5 αἰῶνα μὴ ὄντος οὐρανοῦ (ποῦ γὰρ ἂν προῆλθεν ἢ τί ποτ’ ἂν ἐμέτρησε τῶν ὄντων ἢ συνέσχεν ἢ ἐτελεώσατο;) ,οὔτ’ ἂν ὁ οὐρανὸς μὴ ὄντος χρόνου τὸ παντελὲς καὶ τὸ αἰδίον τοῦ αὐτοζῶν κατὰ δύναμιν ἀπεμιμήσατο. γέγονε μὲν οὖν ἑκάτερος οὐχ ἑαυτοῦ μόνου οὔδ’ αὖ τοῦ ἑτέρου χάριν, ἀλλὰ 10 τῆς συμπάσης δημιουργίας, ἵν’ ὡς ὅτι τελειοτάτη καὶ ὁμοιοτάτη τοῖς παραδείγμασιν ἀποτελεσθῇ· μᾶλλον δὲ τῆς ἀγαθότητος εἵνεκα τῆς τοῦ πατρὸς τῶν ὅλων, δι’ ἣν καὶ ἡ ποιησις ἔχει τὸ τέλειον. γενόμενος δὲ ὁ ἐστὶ θάτερος ὁ ἕτερος καὶ πᾶσι τοῖς ἐγκοσμίοις ἑκάτερος πρὸς διαμονὴν καὶ τάξιν 15 καὶ εὐμοιρίαν μεγάλα συναίρεται. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ἑνὸς καὶ ὅλου καὶ μετρητικοῦ τῶν πάντων κἀκ μόνου τοῦ δημιουργοῦ κἀκ τῆς οἰκείας μονάδος κινηθέντος καὶ προϊόντος χρόνον τῷ Πλάτωνι πεφιλοσόφηται. λοιπὸν δὲ ἐν 255 τοῖς ἐπομένοις περὶ τοῦ κατ’ οὐρανὸν ἐκφαινομένου καὶ 20 οἷον ἐὶ πληθυνομένου καὶ οἷον ἐὶ συμμεριζομένου ταῖς ποικίλαις τῶν ἀστρῶν φοραῖς διαλήψεται, ὃς οὐκ ἂν ὑπέστη μὴ τῆς ταύτου καὶ τῆς θάτερου περιφορᾶς περὶ τὸν ἄφανῃ καὶ ἕνα κυκλουμένης χρόνον καὶ ἀπ’ αὐτοῦ τὸ πρόσφορον ἑαυτῇ μέτρον ἑκατέρας ὑποτεμνομένης καὶ ἐκφηνάσης καὶ διὰ παν- 25 τὸς φυλαττούσης. ὅπου δέ, ἵνα καὶ οὗτος ὁ δεύτερος χρόνος καὶ εἰς τὸ ἐμφανὲς προϊὼν καὶ πᾶσι γνώριμος διὰ τῶν τὰ μερικὰ αὐτοῦ μέτρα προχειριζόντων καὶ μᾶλλον μεριστὸς ὑποστή, τὰ πλανητὰ τῶν ἀστρῶν, ἐν οἷς καὶ ὁ ἥλιος καὶ <ἡ> σελήνη κατηρίθμηται, γεγενῆσθαι λέγεται, πηλίκον δεῖ νομίζειν ἀξίωμα τῷ πρωτίστῳ καὶ ἐνὶ χρόνῳ παρὰ τοῦ φιλοσόφου, μᾶλλον δὲ παρ’ αὐτοῦ τοῦ δημιουργοῦ τῶν ὅλων ἀποκεκληρώσθαι;