Ancient Greek
3.75.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.75.3-2
Unproofread scanNot analysed yet
Ὅτι μὲν σελήνην καὶ ἥλιον καὶ τὰ ἄλλα πέντε ἄστρα κατωνόμαζεν ὡς ἔμψυχα καὶ νοερὰ ζῷα, δεδήλωκεν ἐν τοῖς ἐπενεγκὼν σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας, ὡς ἐκείνων νοερῶν καὶ ζωτικῶν ὄντων· οὐ γὰρ εἶπε σώματα ‘αὐτοῦς’ ποιήσας, ἀλλ’ αὐτῶν. τὰς δὲ περιφοράς αὐτῶν ἄρα τοὺς ἐπικύκλους ῥητέον ἢ τὰς ἀνειλττούσας ἢ τὰς ὅλας σφαῖρας, ἐν αἷς ἑκαστὸν ἐστι τῶν ἀστρων, ἢ τούτων μὲν οὐδέν, τὰς δὲ ψυχὰς αὐτῶν τὰς νοεράς, ὥσπερ ὁ θεῖος Ἰάμβλιχος ὑπέλαβεν· ὡς γὰρ τὸν ὅλον ὄγκον εἴσω τῆς ψυχῆς ἐτεκτήνατο πρότερον, οὕτω καὶ νῦν τὰ ἐπτὰ σώματα ταῖς ἐπτὰ νοεραῖς ψυχαῖς ἐντίθησιν ἅμα καὶ ψυχὰς καὶ νόας αὐτοῖς ἐφιστάς. ἐπειδή δὲ καὶ ἡ θάτερου περίοδος τῆς ὅλης ψυχῆς τοῖς ἐπτὰ τούτοις θείοις σώμασιν ἐπιβέβηκε πολλῷ πρότερον, εἰκότως ἐπήνεγκεν ὑπομιμνήσκων τῶν εἰρημένων ἡμᾶς· ᾗς ἡ θάτερου περίοδος περιάγει C