Ancient Greek
3.76.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.76.1-2
Unproofread scanNot analysed yet
τῆς ὅλης ψυχῆς. καὶ πάλιν τοῦτο δηλοῦτω ὅρθὲν ἐνικῶς, ὅτι ἄσχηστος ἐστὶν ἐκείνη, κἂν ἐσχίσθαι λέγῃται, καὶ ὡς οὐκ ἀπόλωλεν αὐτῆς τὸ ἐν τῇ εἰς τοὺς ἑπτὰ κύκλους κατατομῇ. τάχα δ’ ἂν εἴη κάλλιον λέγειν, ὅτι ταῖς δυνάμεσι τῆς ὅλης ψυχῆς ἐνήδρασε τὰ σώματα τῶν κοσμοκρατόρων, ἀλλ’ οὕπω ταῖς ἰδίαις ψυχαῖς οὐδὲ ταῖς σφαίραις· τὸ γὰρ ἅς ἡ Θατέρου περίοδος ἦλε τοῦτο δηλοῖ τὸ αὐτὴν εἶναι, ἀλλ’ οὐ τὸ περιάγειν αὐτάς. τὰς γοῦν ζωὰς ἐκείνας περιήγει καὶ περιεπορεύετο ἡ Θατέρου περίοδος μία καὶ ἑπτάτομος οὖσα· καὶ γὰρ τὰ ἄπλανα ἄστρα ἐντεθεῖσθαι προῖδὼν ἔρει [40A] εἰς τὴν τοῦ νοῦ φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ταύτου κύκλου ψυχή. ‘κράτιστον’ μὲν γὰρ ἐστὶν ᾧ δέδωκε τὸ κράτος, τοῦτον δὲ φρόνησις ἡ ἐν αὐτῷ νοερὰ ζωή. οὕτως οὖν καὶ νῦν τοῖς ἑπτὰ κύκλοις τῆς ὅλης ψυχῆς ἐνέθηκε τὰ ἑπτὰ σώματα. καὶ πάλιν δῆλον ἔστω διὰ τούτων, ὅπως ἡ ἀπλότης σῴζεται τῆς ψυχῆς ὡς πρὸς τὰς σωματικὰς περιόδους· ὁ γὰρ εἰς ταύτου κύκλος κατὰ μίαν ἕνωσιν ψυχοῖ καὶ τὸ ἄπλανες καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τῶν ἑπτὰ ἕκαστος ὁμοίως κατὰ δύναμιν μίαν καὶ τὰς σφαῖρας καὶ τὰ ἐν αὐταῖς ἄστρα. νῦν μὲν οὖν τὴν κοινὴν αὐτῶν λέγει ψύχωσιν, μικρὸν δὲ ὕστερον [38E] παραδώσει καὶ τὴν ἰδίαν, ὅταν λέγῃ δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη· οὐκέτι γὰρ ὡς μόρια ψυχοῦται, ἀλλ’ ὡς ζῷα διὰ τῶν οἰκείων ψυχῶν.