Ancient Greek
3.75.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.75.4
Unproofread scanNot analysed yet
Ὅτι μὲν σελήνην καὶ ἥλιον καὶ τὰ ἄλλα πέντε ἄστρα κατωνόμαζεν ὡς ἐμψυχὰ καὶ νοερὰ ζῷα, δεδήλωκεν ἐν τοῖς ἐπενεγκὼν σώματα δὲ αὐτῶν ἕκαστων ποιήσας, ὡς ἐκείνων νοερῶν καὶ ζωτικῶν ὄντων· οὐ γὰρ εἶπε σώ-ματα ‘αὐτοὺς’ ποιήσας, ἀλλ’ αὐτῶν. τὰς δὲ περιφοράς αὐτῶν ἄρα τοὺς ἐπικύκλους ῥητέον ἢ τὰς ἀνελιττούσας ἢ τὰς ὅλας σφαῖρας, ἐν αἷς ἕκαστὸν ἐστὶ τῶν ἀστρῶν, ἢ τού-των μὲν οὐδέν, τὰς δὲ ψυχὰς αὐτῶν τὰς νοερὰς, ὥσπερ ὁ θεῖος Ἰάμβλιχος ὑπέλαβεν· ὡς γὰρ τὸν ὅλον ὄγκον εἴσω τῆς ψυχῆς ἐτεκμήνατο πρότερον, οὕτω καὶ νῦν τὰ ἐπτὰ σώ-ματα ταῖς ἐπτὰ νοεραῖς ψυχαῖς ἐντίθησιν ἅμα καὶ ψυχὰς καὶ νοῦς αὐτοῖς ἐφιστάς. ἐπειδὴ δὲ καὶ ἡ θάτερου περί-οδος τῆς ὅλης ψυχῆς τοῖς ἐπτὰ τοῦτοις θείοις σώμασιν ἐπιβέβηκε πολλῷ πρότερον, εἰκῶς ἐπήνηγκεν ὑπομιμνήσκων τῶν εἰρημένων ἡμᾶς· ὡς ἡ θάτερου περίοδος περιάγει C