Ancient Greek
3.76.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.76.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 CD] τῆς ὅλης ψυχῆς. καὶ πάλιν τοῦτο δηλοῦντα ῥηθέν ἐνικῶς, ὅτι ἀσχετός ἐστιν ἐκείνη, κἂν ἐσχίσθαι λέγῃται, καὶ ὡς οὐκ ἀπώλεσεν αὐτῆς τὸ ἐν τῇ εἰς τοὺς ἑπτὰ κύκλους κατατομῇ. τάχα δ’ ἂν εἴη κάλλιον λέγειν, ὅτι ταῖς δυνάμεσι τῆς ὅλης ψυχῆς ἐνῆρασε τὰ σώματα τῶν κοσμοκρατόρων, ἀλλ’ οὕτω ταῖς ἰδίαις ψυχαῖς οὐδὲ ταῖς σφαίραις· τὸ γὰρ ἂς ἡ θάτερον περίοδος ἦν τοῦτο δηλοῖ τὸ αὐτὴν εἶναι, ἀλλ’ οὐ τὸ περιάγειν αὐτάς. τὰς γοῦν ζωὰς ἐκεῖνας περιήγει καὶ περιεπορεύετο ἡ θάτερον περίοδος μία καὶ ἑπτάτομος οὖσα· καὶ γὰρ τὰ ἀπλανῆ ἄστρα ἐντεθεῖσθαι προῖδον ἐφεῖ [40A] εἰς τὴν τοῦ νοῦ φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ταυτοῦ κύκλου ψυχή· ‘κράτιστον’ μὲν γὰρ ἐστιν ᾧ δέδωκε τὸ κράτος, τοῦτον δὲ φρόνησιν ἢ ἐν αὐτῷ νοερὰ ζωή. οὕτως οὖν καὶ νῦν τοῖς ἑπτὰ κύκλοις τῆς ὅλης ψυχῆς ἐνέθηκε τὰ ἑπτὰ σώματα. καὶ πάλιν δῆλον ἔστω διὰ τούτων, ὅπως ἡ ἀπλότης σώζεται τῆς ψυχῆς ὡς πρὸς τὰς σωματικὰς περιόδους· ὁ γὰρ εἰς ταυτοῦ κύκλος κατὰ μίαν ἐννοιαν ψυχῶν καὶ τὸ ἀπλανὲς καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τῶν ἑπτὰ ἕκαστος ὁμοίως κατὰ δύναμιν μίαν καὶ τὰς σφαῖρας καὶ τὰ ἐν αὐταῖς ἄστρα. νῦν μὲν οὖν τὴν κοινὴν αὐτῶν λέγει ψύχωσιν, μικρὸν δὲ ὑστερον [38E] παραδώσει καὶ τὴν ἰδίαν, ὅταν λέγῃ δεσμοῖς τε ἐμψύχοις δεθέντα ζωὰ ἐγεννήθη. οὐκέτι γὰρ ὡς μόρια ψυχοῦται, ἀλλ’ ὡς ζωὰ διὰ τῶν οἰκείων ψυχῶν.